Περί Αλφαβήτου

...θέματα εμπλουτισμού των γνώσεών μας και χρήσιμα για τη βιωτή μας...

Moderator: inanm7

Περί Αλφαβήτου

Unread postby kyriakos » Sun Nov 27, 2011 11:46 pm

Ετυμολογία

Α.
Παρὰ τὸ ἄλφω τὸ εὑρίσκω· ἢ παρὰ τὸ Ἄλεφ ὃ δηλοῖ τὸ μάθε· ἢ παρὰ τὸ ἀλοφῶ τὸ μανθάνω· ἢ παρὰ τὸ ἄλ φᾶ Γεργεσινῶν, ὃ σημαίνει, ἆρον φᾶ· κατ' ἀρχᾶς προτρεπόμενον τὸν παῖδα ἆραι καὶ τραφῆναι γνῶσιν τὴν τῶν γραμμάτων. καὶ διάτι προτάσσει τὸ ἄλφα τῶν ἄλλων πάντων γραμμάτων; διότι ἡ γνῶσις τῶν γραμμάτων βρῶσις καὶ τροφὴ λέγεται· τὸ δὲ ἄλφα κατὰ Γεργεσαίους ἆρον καὶ τραφῆναι λέγεται. διὸ καὶ προτέτακται τῶν ἄλλων πάντων γραμμάτων· σημαίνει γὰρ τὸ Αλ τὸ ἆρον, γεύσου δὲ τὸ φάγε· καὶ πάλιν· διάτι προτάσσει τὸ Ἄλφα τῶν ἑτέρων εἴκοσι τριῶν γραμμάτων; διότι ἀφ' ἑαυτοῦ ἄρχεται, καὶ εἰς αὐτὸ καταλήγει· εἰ γὰρ ὁλογράφος· αὐτὸ τιθῇς, αὐτὸ μὲν ἄρχειν εὑρήσεις ὁμοίως καὶ λήγειν· (sic) ἐνκαρδίως δὲ κέκτηται τὸ φ.

Β.
Παρὰ τὸ βῶ τὸ βαίνω, ἐν τοῖς μαθήμασιν. καὶ ἄλλως. Βάττα τὸ ἴχνος, καὶ τροπῇ τοῦ ᾶ εἰς ἡ βῆτα· διὰ ταύτην γὰρ τὰ ἴχνη ἡμῶν προβαίνουσιν ἐν τοῖς γράμμασιν· καὶ ἄλλως· Βάσσα κατὰ Δωρυείους τὸ βυσσίον, ὃ λέγεται βυκιόν (sic), καὶ τροπῇ τοῦ σ εἰς τ, βάτα· καὶ αὖθις ἡμεῖς τατῶν (sic) Δωρυέων ἄλφα εἰς κάππα τρέπομεν, καὶ γίνεται βῆτα· βρύσιν (sic) ἔτες τὸ ἄλφα· τὸ βῆτα δὲ, καθὰ βυκκίον· καὶ τοῦτο, πρὸς τὴν βρύσιν εἰσερχόμενον, ἀντλεῖ ἡμῖν ὕδωρ τῆς γνώσεως. Τί ἐστι βῆτα; βάσις μαθήσεως τῶν γραμμάτων· τί ἐστιν βάσις; βάσις λέγεται καὶ ἡ ἀναβάθρα· ἤτουν ἡ ἀναβάταξις. βάσις δὲ λέγεται καὶ ἡ ἔμβασις τινὸς πρός τινα τέχνην, ἣν ἡ βῆτα σημαίνει· διὰ ταύτην γὰρ ἐμβαίνομεν πρὸς τὴν μά-
θησιν, παρελθόντες τὸ ᾶ.

Γ.
Γάνωσις τῶν γραμμάτων ἡδύτητος, ἤγουν γλυκύτητος· πόθεν Γάμα; παρὰ τὸ γαἲμ (sic), ὃ δηλοῖ τὴν γεῦσιν τῶν γραμμάτων γλυκύτητος.

Δ.
Παρὰ τὸ δὰλθ. Δὰλθ γὰρ λέγεται ὁ τέταρτος οὐρανὸς, διὸ καὶ τὸ τέταρτον στοιχεῖον δέλτα προσαγορεύεται.

Ε.
Παρὰ τὸ τὸ ἔειν καὶ φωτίζειν τὰς πέντε αἰσθήσεις ἡμῶν, ἐξ οὗ καὶ ἕως τὸ φῶς.

Ζ.
Παρὰ τὸ ζεὶθ. ζεὶθ γὰρ λέγεται ὁ ἕβδομος οὐρανός. διὸ καὶ τὰ γεννώμενα βρέφη τῷ ἑβδόμῳ μηνὶ ζῶσι μὴ βλαβούμενα.

Η.
Παρὰ τὸ ἣθ, ὃ δηλοῖ τὸ σχῆμα, ἐξ οὗ καὶ ἦθος καὶ εὐκοσμία.

Θ.
Παρὰ τὸ Θώθ· Θὼθ δὲ λέγεται τὸ πέταλον τῶν παλαιῶν ἱερέων.

Ι.
Παρὰ τὸ Ἰὼδ δὲ ἠλεῖ ὄτης τοῦ νοός· διὸ καὶ ἐν τῷ τελείῳ ἀριθμῷ τοῦ ψήφου τῶν γραμμάτων ἰῶτα προετέθη.

Κ.
Παρὰ τὸ Καῦ· Καῦ δὲ ὁ αἰθὴρ λέγεται, ἤγουν τὸ οὐράνιον πῦρ· διὸ καὶ καῦμα ἡ θερινὴ θερμασία.

Λ.
Παρὰ τὸ λάβ· λὰβ δὲ τὸ διὰ μέσου τοῦ οὐρανοῦ καὶ τῆς γῆς χάσμα λέγεται.

Μ.
Παρὰ τὸ Μᾶν ὃ σημαίνει τὴν οὐράνιον τροφήν.

Ν.
Παρὰ τὸ Νᾶν, ὃ δηλοῖ τὸν ἄρτον· καὶ γὰρ πέραι νᾶν τὸν ἄρτον λέγουσιν· διὸ καὶ ἱνιν ἐν τῷ ἀρότρῳ σιδήριον, ὡς ἱνεῦον, ἤτοι ἀρτόδουλον.

Ξ.
Παρὰ τοῦ ξιφιαίου ἀστέρος· κατὰ μίμησιν γὰρ ἐκείνου γράφεται.

Ο.
Παρὰ τὸ ὄειν κυκλοειδῶς. Ὀειδὸν γὰρ τὸν οὐρανὸν λέγομεν εἶναι, ἤτοι κυκλοειδῆ· διὸ καὶ τὸ ο οὕτως ἐκλήθη, ὡς κυκλοειδὲς καὶ αὐτὸ τυγχάνον.

Π.
Παρὰ τὸ πιάδας ἔχειν, ἤτοι ποιητικα κέντρα. Πιάδες γὰρ αἱ αὐτοῦ γραμμαὶ λέγονται.

Ρ.
Παρὰ τὸ ῥέειν τὴν αὐτοῦ γραμμὴν κάτω.

Σ.
Παρὰ τὸ κεῖσθαι αὐτῷ ὡς περση μαίαν πλαγίας· ἤτοι ὡς φλάμουλον κείμενον.

Τ.
Παρὰ τὸ τὼβ, ὃ δηλοῖ τὸ ἀγαθὸν.

Υ.
Παρὰ τὸ ὑακὸς κεῖσθαι αὐτὸ, ἤγουν νεφελιακῶς, ὥσπερ ὕδατος πλῆρες.

Φ.
Παρὰ τὸ φαεινῶς γράφεσθαι αὐτὸ, ὥσπερ φωτὶ ὠπτόμενον παρά τινος.

Χ.
Παρὰ τὸ χέεσθαι αὐτὸ ἔνθεν κᾳκεῖθεν.

Ψ.
Παρὰ τὸ ψιακῶς γράφεσθαι αὐτὸ καὶ μιμεῖσθαι τὰς τοῦ αὐτοῦ ψιάς.

Ω.
Ω δὲ ῶ τὸ μέγα, διπλασιασμὸς τοῦ ο τοῦ ο μικροῦ, διὸ καὶ μέγα ἐκλήθη. Ἐδιπλασιάσθη δὲ πρὸς ἀναπλήρωσιν τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ νυχθημέρου.

Περί στοιχείων

Πόσα παρέπεται τῷ στοιχείῳ; ἕξ· ὄνομα· σχῆμα. χαρακτήρ. θέσις· ἐκφώνησις καὶ δύναμις.
ὄνομα μὲν ὡς ὅταν εἴπωμεν τοῦ πρώτου στοιχείου τὸ ὄνομά ἐστιν ἄλφα, τοῦ δευτέρου βῆτα, τοῦ τρίτου γάμμα, τοῦ τετάρτου δέλτα καὶ τὰ ἑξῆς· σχῆμα δέ, ὅτι ἄλλα μέν εἰσιν ἁπλᾶ, ἄλλα δὲ σύνθετα, ὡς τὸ Ζ Ξ Ψ. χαρακτὴρ δέ, ὅτι τὰ μὲν διὰ μιᾶς γραμμῆς συντελοῦνται ὡς τὸ Ι, τὰ δὲ διὰ δύο ὡς τὸ Γ, τὰ δὲ διὰ τριῶν, ὡς τὸ Δ καὶ τὰ ἑξῆς· Θέσις δέ, ὅτι τὰ μὲν ἔχουσι δύναμιν προτάσσεσθαι ὥστε ἄλλα μὲν ἔλαβον ἐκ φύσεως τὴν πρώτην θέσιν, ἄλλα δὲ τὴν δευτέραν. Ἐκφώνησις δέ, ὅτι ἄλλως μὲν ἐκφωνεῖται τὸ Α, ἄλλως δὲ τὸ Β, ἄλλως δὲ τὸ Γ. Καὶ πάλιν ἐκφώνησιν λέγομεν παρέπεσθαι τῷ στοιχείῳ, ὅτι τὰ φωνήεντα ἀφ' ἑαυτῶν ἐκφωνεῖται, καὶ οὐ δέονταί τινος ἑτέρου πρὸς ἐκφώνησιν· τὰ δὲ σύμφωνα διὰ τῆς συναλοιφῆς τῶν φωνηέντων τὴν ἐκφώνησιν ἔχουσιν. Δύναμιν δέ, ὅτι τὰ μὲν ψιλοῦνται, τὰ δὲ δασύνονται, καὶ τὰ μὲν ἐκτείνονται, τὰ δὲ συστέλλεται, καὶ τὰ μὲν ὀξύνονται, τὰ δὲ βαρύνονται. διατί προτέτακται πρῶτον τὸ ἄλφα, ἔπειτα τὸ β καὶ γ καὶ τὰ ἑξῆς; Καὶ λέγομεν, ὅτι τὰ ἑπτὰ φωνήεντά εἰσι τιμιώτερα τῶν συμφώνων, καθὸ ἀποτελοῦσι φωνὴν καθ' ἑαυτά. Καὶ διαιροῦνται μὲν κατὰ τὴν πρώτην αὐτῶν διαίρεσιν εἰς τρία, εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα. Καὶ μακρὰ μὲν δύο, Η καὶ Ω μέγα, βραχέα δὲ δύο, Ε ψιλὸν καὶ Ο μικρόν, δίχρονα δὲ τρία, Α. Ι. Υ. Ἀπὸ μὲν γὰρ τῶν μακρῶν οὐκ ἤρξατο, ὅτι ὁ Κεῖος Σιμωνίδης ὕστερον τοῦ Παλαμήδους ἐφεῦρεν αὐτά. Συζεύξας γὰρ δύο Π διὰ μακρᾶς κεραίας ἐν τῷ μέσῳ, ἐσχημάτισε τὸ Η. Ὁμοίως καὶ δύο Ο Ο συζεύξας, ἐσχημάτισε τὸ Ω μέγα, ὅθεν καὶ μεταγενέστερά εἰσι καὶ οὐκ ἔδει ἀπὸ τῶν μεταγενεστέρων ἄρξασθαι. Οὐδὲ μὴν ἀπὸ τῶν βραχέων ἤρξατο, ὅτι μονόχρονά εἰσιν· ἐλείπετο οὖν ἐκ τῶν διχρόνων τὴν ἀρχὴν ποιήσασθαι· ἐπειδὴ καὶ τοῖς μακροῖς ἰσοδυναμοῦσιν ἐκτεινόμενα, καὶ τοῖς βραχέσι συστελλόμενα· ἀπὸ δ' αὐτῶν τῶν τριῶν τούτων διχρόνων οὐκ ἔδει προτάξαι τὸ Ι· ἀλλ' οὐδὲ τὸ Υ, ἐπεὶ ὑποτακτικά εἰσιν· ἐλείπετο ἄρα τὸ Α, προτακτικὸν ὄν, ποιήσασθαι τὴν ἀρχὴν τῶν στοιχείων καὶ πρῶτον τῶν λοιπῶν ἁπάντων ταχθῆναι, καὶ λοιπὸν ἐκ τούτου τὴν ἀρχὴν ἐποιήσαντο. Καὶ ἄλλως· Πάντα τὰ δισύλλαβα τῶν στοιχείων εἰς αὐτό, τὸ Α δηλαδή, καταλήγουσι· καὶ ὅτι ἐκ τριῶν γραμμάτων σύγκειται Α. ὁ δὲ τρίτος ἀριθμὸς ἀρχὴ πλήθους ἐστί, λέγω δὴ πάντων τῶν ἄλλων στοιχείων. καὶ ὅτι τῶν φωνηέντων ἃ μὲν κεχηνότων τῶν χειλέων λέγομεν, ὡς τὸ Η, ἃ δὲ μύοντες τὰ χείλη λέγομεν, ὡς τὸ Υ, Ο.
Ἐπεὶ οὖν τὸ Α τὴν κίνησιν ἔχει κατὰ ἀμφότερα, καὶ κεχηνότων καὶ μυόντων τῶν χειλέων ἐκφωνεῖται, τούτου χάριν ἐκ τῶν φωνηέντων αὐτὸ προτέτακται. Καὶ μάλιστα ἐκ τοῦ ὀνόματος αὐτοῦ γιγνώσκομεν, ὅτι πρῶτον τῶν ἄλλων στοιχείων εὑρέθη· ἀλφεῖν γὰρ τὸ εὑρίσκειν σημαίνει, ὅθεν καὶ ἄλφα· τουτέστι τὸ πρῶτον τῶν ἄλλων στοιχείων εὑρεθέν· ἄλλως τε καὶ τὰ νήπια εὐθέως τικτόμενα ἐν τῷ κλαίειν τὴν ἐκφώνησιν τοῦ ἄλφα λέγουσιν, οἷον ἆ, ἆ, ὅθεν καὶ ἀφ' ἑαυτοῦ ἄρχεται καὶ εἰς αὐτὸ λήγει. Καὶ ὅτι Φοινίκων ἐστὶν εὕρεμα· οἱ δὲ Φοίνικες τὴν οἰκίαν ἄλφα καλοῦσί τε καὶ λέγουσιν· ἐπεὶ οὖν ὁ Ἡσίοδος παραινεῖ· Οἶκον μὲν πρώτιστα θέλε ποιῆσαι· διὰ τοῦτο καὶ πρώτιστα τῶν ἄλλων τοῦτο τέτακται. Καὶ πάλιν τῶν στοιχείων τὰ μέν εἰσι μονοσύλλαβα, τὰ δὲ δισύλλαβα. Καὶ μονοσύλλαβα μέν εἰσι τρία καὶ δέκα Ε. Μ. Ν. Ξ. Ο. Π. Ρ. Τ. Υ. Φ. Χ. Ψ. Ω., δισύλλαβα δὲ ἕνδεκα Α. Β. Γ. Δ. Ζ. Η. Θ. Ι. Κ. Λ. Σ. Δικαίως οὖν τὰ δισύλλαβα προετάχθησαν ἑνὸς μόνου μονοσυλλάβου ἐν αὐτοῖς τεθέντος, τοῦ Ε, τὰ δὲ μονοσύλλαβα ὕστερον ἐτάχθησαν, ἑνὸς μόνου δισυλλάβου μεταξὺ αὐτῶν τεθέντος, τοῦ Σ. Ὧν τοίνυν δισυλλάβων δικαίως προετάγη τὸ Α δι' ἃς εἴπομεν αἰτίας, καὶ ὅτι δυνάμεις πολλὰς εὑρίσκεται ἔχειν. Καὶ παρὰ Δωριεῦσι μὲν ἀντὶ τοῦ Ε λαμβάνεται, οἷον Ἄρτεμις κοινῶς καὶ Ἄρταμις δωρικῶς· καὶ ἀντὶ τοῦ Η, μῆνις κοινῶς καὶ μᾶνις δωρικῶς. Καὶ σημαίνει ἑπτά, στέρησιν, ἐπίτασιν, τὸ ὁμοῦ, τὸ κακόν, τὸ ὀλίγον, ἄθροισιν καὶ πλεονασμόν. Καὶ ταῦτα μὲν περὶ τοῦ Α.
Μετὰ δὲ τὸ Α δεύτερον ἐτάχθη τὸ Β καὶ ἔστιν ἐκ τῶν συμφώνων. Καὶ ὥσπερ ἐκ τῶν ἑπτὰ φωνηέντων εἰσὶ τρία δίχρονα Α. Ι. Υ. καὶ τοῖς μὲν μακροῖς φωνήεσιν ἰσοδυναμοῦσιν ἐκτεινόμενα, τοῖς δὲ βραχέσι συστελλόμενα, ἐκ τούτων δὲ προετάχθη τὸ Α δι' ἃς εἴπομεν αἰτίας, οὕτω καὶ ἐκ τῶν συμφώνων τρία εἰσὶ μέσα Β. Γ. Δ. καθὸ ἐπίστανται τὰ πνεύματα, τήν τε δασεῖαν καὶ τὴν ψιλήν· καὶ ὅτε μὲν ἐν τόπῳ κεῖνται ψιλῶν, ὡς ψιλὰ λαμβάνονται· οἷον λεῖβ' αἴθοπα οἶνον, λέγ' αὐτοῖς τὰ αἴσια, ᾆδ' Ἀκραγαντίνοισι ταῦτα· ὅτε δὲ πάλιν ἐν τόπῳ κεῖνται δασέων ὡς δασέα λαμβάνονται, οἷον λεῖβ' ὁσίως σπουδῇ, λέγ' ἡμῖν τὰ αἴσια, ᾆδ' ὥσπερ ἐπαιδεύθης· ὅθεν καὶ μέσα λέγονται τῶν τε δασέων συμφώνων καὶ τῶν ψιλῶν. Καὶ τὸ μὲν βῆτά ἐστι μέσον τοῦ πῖ καὶ φῖ, τὸ δὲ γάμμα μέσον τοῦ κάππα καὶ χῖ, τὸ δὲ Δ μέσον τοῦ Θ καὶ Τ. Καὶ τὰ παραδείγματα δῆλα, οἷον ἕβδομος ἀπὸ τοῦ ἑπτά· καὶ ὤφειλεν εἶναι ἕπτομος, ἀλλ' ἐτράπη τὸ Π εἰς τὸ οἰκεῖον αὐτοῦ Β, μέσον γάρ ἐστι τοῦ Π καὶ Φ· ἐτράπη δὲ καὶ τὸ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ, ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ. Ὄγδοος ἀπὸ τοῦ ὀκτώ· καὶ ὤφειλεν εἶναι ὄκτοος· ἀλλ' ἐτράπη τὸ Κ εἰς τὸ οἰκεῖον αὐτοῦ Γ, ὅτι τὸ Γ μέσον ἐστὶ τοῦ Κ καὶ Χ, τὸ δὲ Τ ἐτράπη εἰς τὸ οἰκεῖον αὐτοῦ Δ ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ. Καὶ πάλιν ἀπὸ τοῦ φέρω καὶ τοῦ νίκη Βερενίκη τροπῇ τοῦ Φ εἰς Β, καὶ ἀπὸ τοῦ χέω καὶ τοῦ λίαν, γέλως, τροπῇ τοῦ Χ εἰς Γ, ὅτι ἀπὸ διακεχυμένης ψυχῆς γίνεται ὁ γέλως. καὶ ἀπὸ οὐθ' ἕτερον οὐδέτερον ἐν συνθέσει τροπῇ τοῦ Θ εἰς Δ. Καὶ ὤφειλε τὸ Γ ταχθῆναι, μετὰ δὲ τοῦτο τὸ Β· ἐπειδὴ πέφυκε τὸ Β ὑποτάσσεσθαι τῷ Γ, ὡς τὸ λάγβατον, ὃ γίνεται ἀπὸ τοῦ λὰξ βαίνειν, σημαίνει δὲ τὸν τύπον τοῦ ἀπολακτίσματος βαινόμενον· ἀλλ' ἐπειδὴ τὸ Γ οὐδέποτε προηγεῖται τοῦ Δ ἐν τῇ ἀρχούσῃ, ἀλλ' ἐν τῷ μέσῳ, οἷον Βδέλλα, Ἕβδομος, τούτου χάριν ὡς πλείονας συντάξεις καταδεξάμενον προετάγη τοῦ Γ τὸ Β. Καὶ μετὰ τὸ Γ ἐτάχθη τὸ Δ, ὅτι ὑποτακτικόν ἐστι καὶ τοῦ Β καὶ τοῦ Γ. Ἔχει δὲ τὸ Β καὶ πλείστας δυνάμεις· καὶ γὰρ ἀντὶ τοῦ Μ παραλαμβάνεται, ὡς τὸ μολῶ μολήσω καὶ τροπῇ τοῦ Μ εἰς Β βολῶ βολήσω· καὶ ὡς τὸ κυβερνῶ, ὃ γίνεται ἀπὸ τοῦ κῦμα. ἐρευνῶ, κυμερνῶ καὶ τροπῇ τοῦ Μ εἰς Β κυβερνῶ, ὅθεν καὶ κυβερνῆτις· καὶ ὅταν τὸ κρύπτω κύβδω λέγωμεν, τροπῇ τοῦ Π εἰς τὸ οἰκεῖον αὐτοῦ Β καὶ τοῦ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ. Τὸ γὰρ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, τὸ δὲ Γ μέσον τοῦ Κ καὶ Χ, τὸ δὲ Δ μέσον τοῦ Θ καὶ Τ, καὶ ὅταν τὴν Φερενίκην Βερενίκην λέγωμεν κατὰ Μακεδόνας, τροπῇ τοῦ Φ εἰς Β, καὶ ἐπειδὴ, ὡς φθάσαντες εἴπομεν, τὸ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, ἄρα καὶ ἀμφοτέρων τὸν τόπον ἀναπληροῖ, ἤγουν ἀντ' ἀμφοτέρων λαμβάνεται. Καὶ ταῦτα περὶ τοῦ Β Γ Δ. Μετὰ δὲ τὰ μέσα, ἤγουν τὸ Β Γ Δ, ἐτάχθη τὸ Ε· οὐκ ἐτάχθη δέ τι ἐκ τῶν μακρῶν, ὅτι μεταγενέστερά εἰσι τῶν βραχέων ὡς φθάσαντες εἴπομεν· ἐτάχθη δὲ τὸ Ε καὶ οὐ τὸ Ο μετὰ τὰ μέσα διὰ τὴν συγγένειαν, ἣν ἔχει πρὸς τὸ ἄλφα. τὸ γὰρ Α πολλάκις εἰς Ε τρέπεται, οἷον γενόμεθα γενόμεθεν αἰολικῶς καὶ τυπτόμεθα τυπτόμεθεν· καὶ πάλιν τὸ Ε πολλάκις εἰς Α τρέπεται, οἷον τρέχω τράχω δωρικῶς· καὶ πλέκω ἔπλακον ὁ δεύτερος ἀόριστος· καὶ σπείρω σπερῶ ἔσπαρον ὁ δεύτερος ἀόριστος. Ἐπεὶ οὖν πολλὴν συγγένειαν ἔχει τὸ Ε πρὸς τὸ Α, εὐλόγως οὐκ ἄλλο φωνῆεν παρελήφθη ἀλλὰ τὸ Ε.
Μετὰ δὲ τὸ Ε ἐτάχθη τὸ Ζ, ὅτι συγγένειαν ἔχει πρὸς τὸ Δ. Τὸ γὰρ Ζ ἐκ τοῦ Σ καὶ Δ σύγκειται καὶ εἰς αὐτὰ ἀναλύεται, οἷον Θερίζω Θερίσδω καὶ Ἀθήνασδε Ἀθήναζε. Μετὰ δὲ τὸ Ζ ἐτάχθη τὸ Η, ὅτι συγγένειαν μεγάλην ἔχει τὸ Η καὶ πρὸς τὸ Α καὶ πρὸς τὸ Ε. Καὶ μαρτυροῦσιν οἱ παρωχημένοι, οἷον πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Α, ὡς τὸ ἀγαπῶ, ἀμελῶ, ἀθετῶ καὶ τὰ ὅμοια εἰς Η αὐτὸ τὸ Α τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἠγάπων, ἠγάπηκα, ἠγάπησα, ἠμέλουν, ἠμέληκα, ἠμέλησα, ἠθέτουν, ἠθέτηκα, ἠθέτησα. Ὁμοίως καὶ πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Ε, ὡς τὸ ἐνέγκω, ἑτοιμάζω καὶ τὰ ὅμοια εἰς Η αὐτὸ τὸ Ε τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἤνεγκον, ἤνεγχα, ἤνεγκα, καὶ ἡτοίμαζον, ἡτοίμακα, ἡτοίμασα. Καὶ πάντοτε μὲν εἰς Η τρέπεται τὸ κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος Ε πλὴν δεκατεσσάρων τινῶν σεσημειωμένων. Ἐπεὶ οὖν συγγένειαν ἔχει τὸ Η μετὰ τοῦ Α καὶ μετὰ τοῦ Ε, εὐλόγως ἐνταῦθα παρελήφθη. Τὸ Ἦτα δὲ, τὸ ὄνομα τοῦ στοιχείου δασύνεται, ὅτι παρὰ ἀρχαίοις ὁ τύπος τοῦ Η ἐν τύπῳ δασείας ἔκειτο, ὥσπερ καὶ νῦν τοῖς παλαιοῖς Ῥωμαίοις.
Μετὰ δὲ τὸ Η ἐτάχθη τὸ Θ· τρεῖς γὰρ ἰδέαι τῶν στοιχείων ὕστερον ἐπενοήθησαν· δασέα, μακρὰ καὶ διπλᾶ. Καὶ ἐκ μὲν τῶν διπλῶν ἐλήφθη τὸ Ζ, ἐκ δὲ τῶν μακρῶν τὸ Η· ἐχρῆν οὖν καὶ ἐκ τῶν δασέων παραλαβεῖν· εὐλόγως οὖν μετὰ τὸ Η ἐτάχθη τὸ Θ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Η κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν. Τὰ γὰρ ἄλλα δασέα, τὸ Φ καὶ τὸ Χ οὔτε κατὰ τὴν ποσότητα τῶν συλλαβῶν οὔτε κατὰ τὴν κατάληξιν ἔχουσι συγγένειαν πρὸς τὸ Η.
Μετὰ δὲ τὸ Θ ἐτάχθη τὸ Ι· ἔχει γὰρ πολλὴν συγγένειαν μετὰ τοῦ Ε· μεγεθύνεται γὰρ τὸ Ε διὰ τῆς προσθήκης τοῦ Ι, οἷον τυφθέντος τυφθεῖσα· καὶ πάλιν διὰ τῆς ἀποβολῆς τοῦ Ι συστέλλεται, οἷον τυπεὶς τυπέντος· ἑκτόρειος ἑκτόρεος· προπερισπᾶται δέ, ὅτι τὰ ὀνόματα τῶν στοιχείων καὶ τἄλλα τῶν οὐδετέρων τὰ εἰς Α λήγοντα καὶ φύσει μακρὰ παραληγόμενα προπερισπῶνται, οἷον βῆτα, ζῆτα, ἰῶτα, βῆμα, δῶμα καὶ τὰ λοιπά.
Μετὰ δὲ τὸ Ι τέτακται τὸ Κ· ἐπειδὴ τῶν φωνηέντων τὰ μέν εἰσι ψιλὰ, τὰ δὲ δασέα, τὰ δὲ μέσα· ἐπειδὴ οὖν μετὰ τὸ Η ἐπεισῆλθε στοιχεῖον δασύ, τὸ Θ δηλονότι, ἔδει καὶ μετὰ τὸ Ι ἐπεισελθεῖν στοιχεῖον ψιλόν. Τὰ γὰρ μέσα ἀνώτερα ἐτάγησαν, οὐ τέτακται δὲ τὸ Π, ἀλλ' οὔτε τὸ Τ, ὅτι συγγένειαν οὐκ ἔχουσι πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· τὸ δὲ Κ ἔχει συγγένειαν πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· εὐλόγως οὖν ἐνταῦθα τέτακται.
Μετὰ δὲ τὸ Κ ἐτάχθη τὸ Λ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Κ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν· καὶ ὅτι τὸ Λ ὑποτέτακται τῷ Κ κατὰ σύλληψιν, ὡς τὸ κλέος καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Λ ἐτάχθη τὸ Μ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Λ, καθὸ ἀμετάβατον· ὅτι τὸ Λ ἀμετάβολόν ἐστιν· ἔχει γὰρ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Μ πρὸς τὸ Λ, ὡς τὸ ἕλμινς καὶ τὰ ὅμοια.
Μετὰ δὲ τὸ Μ ἐτάχθη τὸ Ν· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Μ, καθὸ ἀμετάβολον, καὶ ὅτι ἀεὶ προηγεῖται τὸ Μ τοῦ Ν κατὰ σύλληψιν, ὡς ἐν τῷ μνεία καὶ ἀμνός· καὶ ὅτι τὴν αὐτὴν ποσότητα τῆς συλλαβῆς καὶ ὁμοίωσιν τῆς καταλήξεως ἔχει τὸ Ν τῷ Μ. Μετὰ δὲ τὸ Ν ἐτάχθη τὸ Ξ· ἔχει γὰρ πολλὴν συγγένειαν πρὸς τὸ Κ· ἐκ τοῦ Κ γὰρ καὶ Σ σύγκειται. καὶ ὥσπερ οὖν τὸ Κ, τὸ συγγενὲς τοῦ Ξ, προτέτακται τοῦ Λ Μ Ν, ἐκ τοῦ ἐναντίου αὖ ὑποτέτακται τούτοις τὸ Ξ. Μετὰ δὲ τὸ Ξ φωνῆεν ἐπεισῆλθε τὸ Ο εὐλόγως· ὅτι οὐδέποτε μετὰ τὰ διπλᾶ σύμφωνον ἐπιφέρεται, ἀλλὰ φωνῆεν καὶ ἐν προτακτικῇ συλλαβῇ ὡς τὸ ζητῶ, ψηφῶ, ξυνῶ· καὶ ἐν ὑποτακτικῇ ὡς τὸ Ὀζήλα, ὀψία, ὀξεῖα· οὐ τέτακται δὲ ἐνταῦθα τὸ Υ, ὅτι τὸ Υ ὑποτακτικόν ἐστι τοῦ Α καὶ τοῦ Ε καὶ τοῦ Ο· καὶ ὥσπερ τὸ Ε προετάγη τοῦ Ι, τοῦ ἔχοντος πρὸς αὐτὸ συγγένειαν· οὕτω καὶ τὸ Ο μικρὸν προετάγη τοῦ Υ, ἔχοντος πρὸς αὐτὸ συγγένειαν· τὸ γὰρ Ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ Υ μεγεθύνεται, οἷον λέοντος λέουσι καὶ λέγοντος λέγουσι. Ἀλλ' οὐδὲ τὸ Ω μέγα ἐτάχθη ἐνταῦθα· ὅτι ὥσπερ τὸ Ε προετάγη τοῦ Η, δι' ἣν εἴπομεν αἰτίαν ἐκεῖ· οὕτως ἔπρεπε καὶ τὸ Ο μικρὸν προταχθῆναι τοῦ Ω μεγάλου· καθὸ ἀρχαιότερα τῶν μακρῶν. Μετὰ δὲ τὸ Ο μικρὸν ἐτάχθη τὸ Π· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Ο κατὰ τὴν ποσότητα τῆς συλλαβῆς· ἔχει γὰρ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Π πρὸς τὸ Ο, ὡς τὸ Ὀππιανός, ὄπα, ὀπάζω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Π ἐτάχθη τὸ Ρ, ἐπειδὴ πέφυκε τὸ Ρ ὑποτάσσεσθαι τῷ Π ὡς ἐν τῷ πρῶτος καὶ τὰ ὅμοια.
Μετὰ δὲ τὸ Ρ ἐτάχθη τὸ Σ· ἐπειδὴ εὑρίσκεται τὸ Σ ὑποτασσόμενον τῷ Ρ, ὡς ἐν τῷ μάκαρς καὶ τὰ ἑξῆς. Μετὰ δὲ τὸ Σ ἐτάχθη τὸ Τ· ἐπειδὴ πέφυκε τὸ Τ ὑποτάσσεσθαι τῷ Σ, ὡς ἐν τῷ σταυρός, ἵστημι κ.τ.λ. Μετὰ δὲ τὸ Τ ἐτάχθη τὸ Υ φωνῆεν· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Τ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς· ἔχει δὲ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Υ πρὸς τὸ Τ, ὡς τὸ τύπτω, τύπος καὶ τὰ ὅμοια. Οὐ τέτακται δὲ ἐνταῦθα τὸ Ω μέγα, ἐπειδὴ ἀρχαιότερόν ἐστι τὸ Υ τοῦ Ω μεγάλου· ἔχει δὲ καὶ γνησιότητα μεγάλην τὸ Υ πρὸς τὸ Ο μικρὸν δι' ἣν εἴπομεν αἰτίαν ἐν τῇ ἀκολουθίᾳ τοῦ Ο μικροῦ· εὐλόγως οὖν μετὰ τὸ Ο οὐχ ὑπεισῆλθεν ἄλλο φωνῆεν. Μετὰ δὲ τὸ Υ τέτακται τὸ Φ καὶ τὸ Χ· ἐπεὶ οὐδέποτε εὑρίσκεται τὸ Υ ἄρχον λέξεως, ἐπιφερομένου τοῦ Χ, ὅθεν οὐχ εὑρίσκεται ἔχειν συγγένειαν τὸ Χ πρὸς τὸ Υ· τὸ δὲ Υ ἀρχόμενον λέξεως εὑρίσκεται ἐπιφερομένου τοῦ Φ, οἷον ὑφαίνω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Φ ἐτάχθη τὸ Χ· ἔχουσι γὰρ συγγένειαν, καθὸ ἀμφότερά εἰσι δασέα καὶ προτακτικὰ τοῦ Θ. Ὑπελήφθη οὖν τὸ Ψ καὶ λοιπὸν ἐξ ἀνάγκης ἐτάχθη μετὰ τὸ Χ· ἔχει δὲ καὶ συγγένειαν πρὸς τὸ Χ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς καὶ κατὰ τὴν ὁμοιότητα τῆς καταλήξεως. Μετὰ δὲ τὸ Ψ ἐτάχθη τὸ Ω μέγα· οὐ τέτακται δὲ πρὸ τοῦ Ψ ἀλλὰ μετὰ τὸ Ψ· τοῖς γὰρ διπλοῖς ἀεὶ φωνῆεν ἐπιφέρεται, ὡς φθάσαντες εἴπομεν· τὰς δὲ ἐτυμολογίας αὐτῶν εὑρήσεις ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ.
Φασὶ δέ τινες, ὅτι ἕως τῶν τρωϊκῶν οὐκ ἐγιγνώσκετο γράμματα καὶ δῆλον ἐκ τοῦ μὴ σωθῆναι ποίημά τι τῶν κατὰ τοὺς ὁμηρικοὺς χρόνους, εἰ καὶ ἱστοροῦσί τινας ποιητὰς προγεγεννῆσθαι Ὁμήρου Μουσαῖόν τε καὶ Ὀρφέα καὶ Λίνον· ἀλλ' ὅμως οὐδὲν εἰς τὰ μέτρα ταῦτα διασωθῆναι συμβέβηκε πρὸ τῆς Ὁμήρου ποιήσεως· ἀλλ' οὐδὲ πρεσβύτερον ἄλλο τῆς Ἰλιάδος καὶ τῆς Ὀδυσσείας σώζεσθαι ποίημα· ἀλλ' ἐρεῖ τις· πῶς; ἐπεὶ γράμματα σώζονται νομιζόμενα πρεσβύτερα Ἰλιάδος καὶ Ὀδυσσείας· Καὶ φαμέν, ὅτι τὰ μὲν τούτων ἐψευσμένους ἔχουσι τοὺς χρόνους, τὰ δὲ νεωτέρων τινῶν ὁμωνυμίας τῶν παλαιῶν τὰς ἐπιγραφὰς ἔχουσι. Καὶ οἱ ἥρωες δὲ ἀγράμματοί τινες ἦσαν καὶ σημείοις καὶ συμβόλοις πρὸς ἀλλήλους ἐν τῇ κατὰ τὸν βίον ἀναστροφῇ χρώμενοι ἐδήλουν ἀλλήλοις ἃ ἤθελον· ἐν πίναξι δὲ καὶ ἐν σανίσιν ἔγραφον διὰ ζωγράφησίν τινα καὶ διατύπωσιν τῶν πραγμάτων ὧν ἤθελον· ἀλλ' ἐρεῖ τις, ὅτι ἄτοπόν ἐστι λέγειν ἀπαιδεύτους τοὺς ἀρίστους τοῦ ἀνθρωπείου γένους. Καὶ φαμέν, ὡς οὐκ ἔστιν ἀπαιδευσίας τεκμήριον τὸ εἶναί τινα ἀγράμματον· καὶ γὰρ ὁ φιλόσοφος Πλάτων ἐν Φαίδρῳ διαβάλλει τὴν εὕρεσιν τῶν γραμμάτων ὡς ἐπὶ λύμῃ παιδείας γεγονυῖαν· ζώσῃ γὰρ φωνῇ τὴν φιλοσοφίαν πάλαι ἐπαιδεύοντο· ὅτι δὲ ποιητικοῦ τινος ἀνδρὸς καὶ μουσικοῦ ἡ τῶν στοιχείων εὕρεσις ἦν καὶ μουσικῆς καὶ γραμματικῆς, ὡς ὁ Εὔπολις εἰσάγει ἐν Αἰξί, καὶ Ἰσοκράτης ὅμοιον ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Εὑρέθησαν μὲν τὰ πρῶτα δεκαέξ· ἀλλ' αἱ ἐκφωνήσεις τούτων εἰκοσιτέσσαρες ἦσαν, εἰ καὶ μήπω εὑρημένοι ἦσαν οἱ χαρακτῆρες. Καὶ γὰρ αἱ ἐκφωνήσεις ἐπληροῦντο τῶν δεκαὲξ στοιχείων μετά τινων προσῳδιῶν. Φασὶ γάρ· πρὶν εὑρεθῆναι τὰ δασέα, τοῖς ψιλοῖς ἐχρῶντο μετὰ τῆς δασείας, καὶ εἰ μὲν ἤθελον ποιῆσαι Χ ἐποίουν ΚΗ, εἰ δὲ ἤθελον ποιῆσαι Φ ἐποίουν ΠΗ, εἰ δὲ ἤθελον ποιῆσαι Θ ἐποίουν ΤΗ, ὥσπερ καὶ νῦν οἱ παλαιοὶ Ῥωμαῖοι ποιοῦσι, μὴ ἔχοντες δασέα. Καὶ πάλιν τὰ διπλᾶ· ἀντὶ τοῦ Ζ ἐχρῶντο τῷ ΣΔ, ἀντὶ δὲ τοῦ Ξ ἐχρῶντο τῷ ΚΣ, ἀντὶ δὲ τοῦ Ψ ἐχρῶντο τῷ ΠΣ. Καὶ πάλιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο τοῖς βραχέσι φωνήεσι μετὰ τῆς μακρᾶς. Καὶ εἰ μὲν ἤθελον ποιῆσαι ω μέγα ἐποίουν Ο καὶ μακρὰν οὕτως Ο, εἰ δὲ ἤθελον ποιῆσαι Η ἐποίουν Ε καὶ μακρὰν οὕτως Ε. Καὶ περὶ τούτων ἅλις.
kyriakos
 

Re: Περί Αλφαβήτου

Unread postby Mannlicher-Schönauer » Thu Feb 23, 2012 1:04 pm

Γραπτό κείμενο 7270 ετών, που βρέθηκε στο Δισπηλιό Καστοριάς ανατρέπει τα ιστορικά κατεστημένα.

Mannlicher-Schönauer
 


Return to ΕΝΔΙΑΦΕΡΟΥΣΕΣ ΚΑΙ ΧΡΗΣΙΜΕΣ ΠΛΗΡΟΦΟΡΙΕΣ

Who is online

Users browsing this forum: No registered users and 6 guests