Αποκάλυψη Κεφάλαιο 19

Εδώ σχολιάζουμε τα χωρία της Αποκάλυψης ανά κεφάλαιο.

Moderator: inanm7

Αποκάλυψη Κεφάλαιο 19

Unread postby marjory » Sun Feb 17, 2013 7:03 pm

1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3 καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4 καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῶα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
7 χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ᾿Ιησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ ᾿Ιησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ρομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ρομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4303
Joined: Tue Nov 15, 2011 10:29 am

Re: Αποκάλυψη Κεφάλαιο 19

Unread postby marjory » Wed Feb 20, 2013 8:03 pm

Μετά ἀπό τήν προφητικήν καταστροφήν τῆς νοητῆς Βαβυλῶνος ἠκούσθη εἰς τόν οὐρανόν φωνή πολλοῦ ὄχλου πού ἔψαλλαν: «Ἀλληλούϊα· ἡ σωτηρία καί ἡ δόξα καί ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν, ὅτι ἀληθιναί καί δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τήν πόρνην τήν μεγάλην, ἥτις διέφθειρε τήν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καί ἐξεδίκησε τό αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρός αὐτῆς» (19, 1-3).
Ἤδη εἰσερχόμεθα εἰς τήν τελευταίαν πρᾶξιν καί ἔκβασιν τοῦ ὅλου δράματος τῆς πάλης τοῦ Χριστοῦ κατά τῶν ἀντιθέων δυνάμεων.
Ἄξιον πολλῆς προσοχῆς ἀπό ἑρμηνευτικῆς ἀπόψεως εἶναι ὅτι ἐφ᾿ ἑξῆς ὁ Προφήτης Ἰωάννης ὅ,τι θά μᾶς περιγράψη δέν ὑπόκειται εἰς χρονολογικήν ἀλληλουχίαν, ἀλλά Πρώτην καί Δευτέραν παρουσίαν τοῦ Χριστοῦ, παρελθόν, παρόν καί μέλλον, προσεχές καί ἀπώτατον, ὅλα εὑρίσκονται εἰς μίαν καί τήν αὐτήν εἰκόνα.
Ἐάν θά ἀναζητήσωμε χρονικήν ἀλληλουχίαν κινδυνεύουμε νά ἀποδεχθοῦμε χιλιαστικάς θέσεις, τάς ὁποίας ἔχει καταδικάσει ἡ Ἐκκλησία μας, ἔστω καί ὑπό τήν πνευματικωτέραν μορφήν.
Ὡς παράδειγμα, εἶναι ἡ μάχη τοῦ Ἀρμαγεδῶνος διά τήν ὁποίαν θά γίνη καί πάλιν λόγος πιό κάτω, χωρίς νά σημαίνη ὅτι θά γίνη δύο φορές ἀλλά γίνεται δευτέρωσις περιγραφῆς χωρίς νά ἀναζητοῦνται χρονικά στοιχεῖα.
Μέ αὐτά τά στοιχεῖα ἄς προχωρήσωμε εἰς τήν ἑρμηνείαν τοῦ ἱεροῦ κειμένου.
Ὕστερον ἀπό τάς τρεῖς ἑπτάδας πληγῶν καί τάς ἀλλεπαλλήλους εἰκόνας τῆς Ἀποκαλύψεως, βλέπει ὁ ἱερός Εὐαγγελιστής ἀνοιγμένον τόν οὐρανόν ὄχι διά νά ἀποκαλυφθοῦν τά μυστήρια τοῦ μέλλοντος ἀλλά διά νά ἐμφανισθῆ ὁ Κριτής Χριστός, ὁ Κριτής συμπάσης τῆς Δημιουργίας, ὁρατῆς καί ἀοράτου.
Ἐξέρχεται ἀπό τόν οὐρανόν ἵππος λευκός καί ὁ καθήμενος ἐπ᾿ αὐτοῦ εἶχε τό ὄνομα: «ὁ Λόγος τοῦ Θεοῦ» (19, 11-13).
Εἶναι ὁ Κριτής Χριστός πού ἀκολουθεῖται ἀπό τάς οὐρανίους ἀγγελικάς Δυνάμεις.
Εἰς τήν συνέχειαν ὁ Ἅγ. Ἰωάννης βλέπει «τό θηρίον καί τούς βασιλεῖς τῆς γῆς καί τά στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τόν πόλεμον μετά τοῦ καθημένου ἐπί τοῦ ἵππου καί μετά τοῦ στρατεύματος αὐτοῦ» (19, 19).
Πρόκειται διά μίαν δευτέραν ἀναφοράν εἰς τόν τελευταῖον τῆς ἱστορίας τρομερόν πόλεμον τοῦ Ἀρμαγεδῶνος πού ἀνεφέρθη εἰς τό 16ον Κεφ., ὅπως καί τρίτη ἀναφορά θά γίνη εἰς τό 20όν Κεφάλαιον.

http://arnion.gr/keimena/p_auanasioy_my ... ycevs.html
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4303
Joined: Tue Nov 15, 2011 10:29 am


Return to ΑΠΟΚΑΛΥΨΗ

Who is online

Users browsing this forum: No registered users and 3 guests

cron