Αποκάλυψη Κεφάλαιο 18

Εδώ σχολιάζουμε τα χωρία της Αποκάλυψης ανά κεφάλαιο.

Moderator: inanm7

Αποκάλυψη Κεφάλαιο 18

Unread postby marjory » Sun Feb 17, 2013 7:08 pm

1 ΜΕΤΑ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ,
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μὴ λάβητε·
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
7 ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι καθὼς βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω,
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος Θεὸς ὁ κρίνας αὐτήν.
9 καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ᾿ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾿ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 καὶ κινάμωμον καὶ ἄμωμον καὶ θυμιάματα, καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ρεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπώλετο ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσεις.
15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
17 καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 Εὐφραίνου ἐπ᾿ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am

Re: Αποκάλυψη Κεφάλαιο 18

Unread postby marjory » Wed Feb 20, 2013 7:56 pm

Ἀκούει ὁ Θεολόγος ἕναν Ἄγγελον νά κράζη μέ μεγάλη φωνή: «Ἔπεσεν, ἔπεσεν Βαβυλών ἡ μεγάλη, καί ἐγένετο κατοικητήριον δαιμονίων καί φυλακή παντός πνεύματος ἀκαθάρτου...» (18, 2).
Καί τότε ἀρχίζει τό πένθος καί ὁ ὀδυρμός τῶν βασιλέων τῆς γῆς, καί τῶν ἐμπόρων καί τῶν ναυτικῶν διά τό κατάντημά της.
Ὁ σημερινός μας κόσμος εἶναι ἕνας κόσμος βαβυλωνικός καί σάπιος πού ἑτοιμάζεται νά πέση.
Καί τά κριτήριά του διά τήν πτῶσιν;
Ἡ ἀθεΐα, ὁ ἀμοραλισμός, ὁ «στρῆνος» δηλαδή ἡ ἀλαζονία τοῦ βίου, μέσα εἰς τήν πολυτέλειαν, τήν ἀφθονίαν τῶν ὑλικῶν ἀγαθῶν καί τήν σπατάλην, ὅταν ἄλλοι λαοί πεθαίνουν ἀπό τήν πεῖναν, πού δείχνει τήν ἀβυσσαλέαν ἀσπλαχνίαν τῶν ἀνθρώπων.
Καί ὄχι μόνον ὁ κόσμος αὐτός ὁ ἀποστάτης καί δαιμονικός βουλιάζει, ἀλλά ταυτοχρόνως γίνεται καί κατοικητήριον δαιμόνων, ὅπου βεβαίως ἀπουσιάζει ἡ χάρις τοῦ Θεοῦ καί ἡ εὐλογία.
Εἰς αὐτόν τόν καταρρέοντα κόσμον, ἀκούεται πάλιν ἡ φωνή τοῦ οὐρανοῦ: «ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μή συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καί ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μή λάβητε» (18, 4).
Πρόκειται διά τήν σχέσιν τῶν πιστῶν μέ τούς ἀπίστους.
Ὁ θεός παραγγέλλει μίαν «ἔξοδον» τοῦ λαοῦ του, ἄλλοτε τροπική, ἄλλοτε τοπική.
Ὁ Νῶε, ὁ Λώτ, ὁ Τωβίτ, εἶναι παραδείγματα τροπικῆς ἐξόδου.
Ἡ φυγή ἀπό τήν πολιορκημένην Χριστοκτόνον Ἱερουσαλήμ ὅλων τῶν Χριστιανῶν, εἶναι μία τοπική ἔξοδος.
Ἡ ἔξοδος τῶν ἐσχάτων θά εἶναι καί τοπική καί τροπική, ἀνάλογα τό πῶς τό Πνεῦμα τό Ἅγιον θά ὑπαγορεύη εἰς τήν Ἐκκλησίαν.


http://arnion.gr/keimena/p_auanasioy_my ... ycevs.html
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am


Return to ΑΠΟΚΑΛΥΨΗ

Who is online

Users browsing this forum: No registered users and 9 guests

cron