Αποκάλυψη Κεφάλαιο 3

Εδώ σχολιάζουμε τα χωρία της Αποκάλυψης ανά κεφάλαιο.

Moderator: inanm7

Αποκάλυψη Κεφάλαιο 3

Unread postby marjory » Sun Feb 17, 2013 8:06 pm

1 ΚΑΙ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθνήσκειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 ῾Ο νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει·
8 οἶδά σου τὰ ἔργα· - ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· - ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς ᾿Ιουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 ῾Ο νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾿ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς ῾Ιερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
15 οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
16 οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, - καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
18 συμβουλεύω σοι ἀγοράσαι παρ᾿ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ.
21 ῾Ο νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am

Re: Αποκάλυψη Κεφάλαιο 3

Unread postby marjory » Wed Feb 20, 2013 7:20 pm

5. Ἡ Ἐκκλησία τῶν Σάρδεων
Κεντρικόν σημεῖον: «Οἶδα σου τά ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῆς, καί νεκρός εἶ».
Φοβερός λόγος.
Ὁ καθένας εὑρίσκει τόν ἑαυτόν του.
Πρόκειται διά μίαν εὐσεβοφάνειαν, ἕνα σχῆμα εὐσεβείας πού στό βάθος ἡ πνευματική ζωή εἶναι νεκρή.
Εἶναι αὐτό πού σημειώνει ὁ Ἀπ. Παῦλος: «Τοῦτο δέ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροί χαλεποί· ἔσονται γάρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι... ἔχοντες μόρφωσιν εὐσεβείας, τήν δέ δύναμιν αὐτῆς ἠρνημένοι» ( Β΄Τιμ. 3, 1 – 5).
6. Ἡ Ἐκκλησία τῆς Φιλαδελφείας
Μία ἐπιστολή γεμάτη ἀπό ἔπαινον.
«Ὅτι ἐτήρησας τόν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπί τῆς οἰκουμένης ὅλης, πειράσαι τούς κατοικοῦντας ἐπί τῆς γῆς» (3,10).
Καί ποῖος αὐτός ὁ παγκόσμιος πειρασμός;
Θά εἶναι ὁ πειρασμός τῆς πίστεως καί τοῦ ἠθικοῦ βίου πού θά ἀνοίξουν τόν δρόμον εἰς τόν Ἀντίχριστον.
Ποῖος θά μείνη πιστός εἰς τό θεανθρώπινον Πρόσωπον τοῦ Χριστοῦ ὅταν θά ὑπάρχη ὄχι μόνον κατακλυσμός ἀπιστίας ἀλλά καί διωγμός καί μαρτύριον δι᾿ ἐκεῖνον πού θά πιστεύη εἰς τόν Χριστόν;
«Κράτει ὅ ἔχεις».
Εἶναι ἡ Παράδοσις τῆς Ἐκκλησίας πού πρέπει σταθερά νά κρατήσωμε.
7. Ἡ Ἐκκλησία τῆς Λαοδίκειας
Μία ἐπιστολή πού συνδυάζει αὐστηρότητα, δριμύτητα καί τρυφερότητα.
«Οἶδα σου τά ἔργα, ὅτι οὔτε ψυχρός εἶ οὔτε ζεστός· ὄφελον ψυχρός ἦς ἤ ζεστός. Οὕτως ὅτι χλιαρός εἶ, καί οὔτε ζεστός οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου» (3,15).
Εἶναι οἱ πιστοί πού «χωλαίνουσιν ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις» (Γ΄Βασ. 18,21), ἀνάμεσα εἰς τόν Χριστόν καί εἰς τόν κόσμον.
Εἶναι οἱ κοσμικοποιημένοι Χριστιανοί πού ταυτοχρόνως ἔχουν ὑψηλήν ἰδέαν περί τῆς θρησκευτικότητός των.
Δυσκολεύονται νά μετανοήσουν ἐπειδή ζοῦν τήν ψυχολογίαν τῆς ἐπαρκείας καί τῆς αὐταρεσκείας.
Θά σέ ξεράσω, εἶναι ἡ ἀπάντησις τοῦ Χριστοῦ.
Ἐν τούτοις, ὁ Κύριος κάνει ἔκκλησιν μετανοίας: «Ἐγώ ὅσους ἐάν φιλῶ, ἐλέγχω καί παιδεύω· ζήλευε οὖν καί μετανόησον. Ἰδού ἔστηκα ἐπί τήν θύραν καί κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καί ἀνοίξῃ τήν θύραν, καί εἰσελεύσομαι πρός αὐτόν καί δειπνήσω μετ᾿ αὐτοῦ καί αὐτός μετ᾿ ἐμοῦ» (Ἀποκ. 3,19 – 21).

**************

Μέ τήν ἀνάλυσιν τῶν τριῶν πρώτων κεφαλαίων τοῦ Βιβλίου τῆς Ἀποκαλύψεως, κλείει τό Πρῶτον μέρος τοῦ ὅλου Βιβλίου εἰς τό ὁποῖον ἐπεσκοπήθη τό παρόν τῆς Ἐκκλησίας, ὅπως ἦτο κατά τούς χρόνους τοῦ Εὐαγγ. Ἰωάννου μέ τήν ἀποστολήν τῶν Ἑπτά Ἐπιστολῶν πρός τάς Ἑπτά Ἐκκλησίας τῆς Μικρᾶς Ἀσίας.
Ἦτο ἡ ἀποκάλυψις τοῦ παρόντος, «ἅ εἰσιν» χωρίς αὐτό νά ἀποκλείη τήν ἀποκάλυψιν τῆς ἐσωτερικῆς ζωῆς τῆς Ἐκκλησίας, ὡς πτυχές της καθ᾿ ὅλην τήν πορείαν της μέσα εἰς τήν ἱστορίαν.
Ὅσον ὅμως προχωρεῖ ἡ πορεία τῆς Ἐκκλησίας μέσα εἰς τούς αἰῶνας καί θά πλησιάζη πρός τό τέρμα της πού συμπίπτει μέ τό τέλος τῆς Ἱστορίας, τόσον θά πυκνώνονται καί οἱ πειρασμοί της μέ ἀποκορύφωσι τήν παρουσίαν τοῦ Ἀντιχρίστου.
Ἔτσι ἡ Ἐκκλησία ἀποδύεται σέ ἀγῶνας πού περιγράφονται μεταξύ τῶν Κεφαλαίων Δ΄1 καί ΙΘ΄10.
Εἶναι «ἅ δεῖ γενέσθαι μετά ταῦτα» (4,1).
Ὁ σκοπός πού θά ἐκτεθοῦν οἱ μελλοντικοί ἀγῶνες τῆς Ἐκκλησίας, εἶναι νά προετοιμάση τούς πιστούς σέ τοῦτο, νά τούς παραμυθήση, νά τούς βοηθήση νά μή σκανδαλιστοῦν καί νά μή κοσμικοποιηθοῦν.

http://arnion.gr/keimena/p_auanasioy_my ... ycevs.html
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am


Return to ΑΠΟΚΑΛΥΨΗ

Who is online

Users browsing this forum: No registered users and 5 guests