by Thrax » Sun May 20, 2012 1:39 am
Κυριακή τοῦ Τυφλοῦ. Θεοφυλάκτου Ἀρχιεπισκόπου Βουλγαρίας
Κυριακή τοῦ Τυφλοῦ
Ἰωάν. θ΄, 1-38
Θεοφυλάκτου Ἀρχιεπισκόπου Βουλγαρίας
Κείμενο
«Καὶ παράγων, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· «Ραββί, τὶς ἥμαρτεν, οὗτος ἤ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλός γεννηθῇ;» Ἔξεισι μὲν ἐκ τοῦ ἱεροῦ ὁ Κύριος τῷ θυμῷ τῶν Ἰουδαίων παραψυχήν τινα μηχανώμενος· ἐπὶ θεραπείαν δὲ τοῦ τυφλοῦ τρέπεται, διὰ τοῦ σημείου τούτου τὸ σκληρὸν αὐτῶν καὶ ἀπεθὲς μαλάσων, εἰ καὶ μηδὲν ὠφελοῦντο· ἅμα δὲ δεικνὺς αὐτοῖς, ὅτι οὐ μάτην, οὐδὲ κομπάζων, εἶπε τὸ· «Πρὶν Ἀβραάμ γενέσθαι, ἐγὼ εἰμι». Ἰδοῦ γὰρ θαῦμα τελεῖ οἷον οὐδεὶς πώποτε πρότερον. Εἰ γὰρ καὶ τυφλοῦ ὀφθαλμοὺς ἀνέωξε τις, ἀλλ’ οὐ γεγεννημένου τυφλοῦ· προφανὲς οὖν, ὅτι ὡς Θεὸς καὶ πρὸ τοῦ Ἀβραάμ, ὤν, τελεῖ τοῦτο τὸ μήπω ἐξ αἰῶνος τελεσθέν. Ἐπίτηδες καὶ ἐπὶ τὸν τυφλὸν ἦλθεν, οὐκ ἐκεῖνος πρὸς αὐτόν. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἰδόντες αὐτὸν προσεκτικῶς ἐβλέψαντα τῷ τυλφῷ ἐρωτῶσι· «Τίς ἥμαρτεν, οὗτος ἤ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Φαίνεται μὲν οὖν ἡ ἐρώτησις ἐσφαλμένη. Πῶς γὰρ ἄν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; Οὐ γὰρ δήπου παρεδέξαντο οἱ ἀπόστολοι τὰς Ἑλληνικὰς φλυαρίας, ὅτι ἡ ψυχὴ πρὸ τοῦ σώματος ἐν ἄλλῳ κόσμῳ διάγουσα, ἁμαρτάνει, εἶθ’ οὕτω κόλασίν τινα αὐτὴν ἀποτιννύνει τὴν ἐπὶ τὸ σῶμα κάθοδον. Ἁλιεῖς γὰρ ὄντες οὐδὲ ἤκουσαν ἄν τοιοῦτόν τι, ἐπείτοι ταῦτα τῶν φιλοσόφων τὰ δόγματα. Φαίνεται τοίνυν ἀνόητος ἡ ἐρώτησις, ἀλλ’ οὐ τῷ γε προσέχοντι. Μάνθανε γάρ· οἱ ἀπόστολοι ἀκούοντες τοῦ Χριστοῦ πρὸς τὸν παράλυτον εἰπόντος, «Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοι γένηται», ἐπεὶ τὸν τυφλὸν εἶδον, ἀποροῦσι, καὶ ὡσπερεὶ τοιαῦτά φασιν· Ἔστω ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη· περὶ τούτου τί ἄν εἴποις; Αὐτὸς ἥμαρτεν; ἀλλ’ οὐ κ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γὰρ ἐστι τυφλός. Ἀλλ’ οἱ γονεῖς αὐτοῦ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ κολάζεται. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες, ὅσον διαποροῦντες, ταῦτα λέγουσιν. Ὁ τοίνυν Κύριος λύων αὐτοῖς τὴν ἀπορίαν, φησίν· «Οὔτε οὗτος ἥμαρτε», (πῶς γὰρ πρὶν ἤ γεννηθῆναι;) οὔτε οἱ γονεῖς αὐτοῦ. Οὐ ἀπαλλάτων δὲ αὐτοὺς ἁμαρτημάτων, τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐχ ἥμαρτον οἱ γονεῖς, ἀλλὰ προσέθηκεν «Ἵνα τυφλὸς γεννηθῇ». Ἥμαρτον μὲ γὰρ οἱ γονεῖς αὐτοῦ ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις τούτῳ. Οὐ γὰρ ἁμαρτίας πατέρων δίκαιον ἐστι παισὶ μηδὲν μηδὲν ἀδικοῦσιν ἐπιτίθεσθαι. Καὶ τοῦτο ὁ Θεὸς διδάσκει μὲν διὰ Ἰεζεκιήλ, οὕτω λέγων· «Οὐκ ἔσται ἡ περιβολὴ αὕτη ἔτι ἠ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἡμωδίασαν»· νομοθετεῖ δὲ καὶ διὰ Μωυσέως· «Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου». Ἀλλὰ, καὶ πῶς, φυσί, γέγραπται· «Ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν;». Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, οὐδὲ καθολικὴ ἔστιν αὕτη ἡ ἀπόφασις οὐδὲ κατὰ πάντων ρηθεῖσα, ἀλλὰ μόνον τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ἔπειτα σκόπει μοι καὶ τὸν νοῦν τῆς ἀποφάσεως. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ ὧν ἥμαρτον οἱ πατέρες, κολάζονται οἱ παῖδες, ἀλλ’ ὅτι Αἱ ἁμαρτίαι τῶν πατέρων τοὐτέστιν, αἱ ὑπὲρ τῶν ἀμαρτημάτων κολάσεις ἀποδοθήσονται καὶ τοῖς παισὶν αὐτῶν, ὡς τὰ ὅμοια πεπλημμεληκόσιν. Ἵνα γὰρ μὴ νομίζωσιν οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, ὅτι εἰ καὶ χείρω τῶν πατέρων ἁμαρτήουσιν, οὐ τοῖς αὐτοῖς τιμωρηθήσονται, φησίν, ὅτι οὐχ οὕτως ἔσται, ἀλλ’ αἱ ἁμαρτίαι τῶν πατέρων, ἤτοι αἱ ποιναί, καὶ ἐφ’ ὑμᾶς ἐλεύσονται, ὅτι μὴ βελτίους ἐγένεσθε, ἀλλὰ τὰ αὐτὰ, ἤ καὶ χείρω πεπλημμελήκατε. Εἰ δὲ βλέπεις πολλάκις καὶ νήπια ἁρπαζόμενα, διὰ τιμωρίαν δῆθεν γονέων, ἀλλ’ εὖ ἴσθι, ὅτι διὰ φιλανθρωπίαν ὁ Θεὸς προαρπάζει ταῦτα τοῦ βίου· ἵνα μὴ ζήσαντα, χείρω τῶν γονέων γένωνται, καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν ψυχῆς ἤ καὶ ἄλλων πολλῶν βιώσωσιν. Ἀλλὰ ταῦτα μὲν ἡ τῶν θείων κριμάτων ἄβυσσος παρ’ ἑαυτῇ ἔχει καλύψασα· ἡμεῖς δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν.
«Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἰ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν. Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι. Ὅταν ἐν τῷ κόσμῳ ὧ, φῶς εἰμι τοῦ κόσμου». Ἰδοὺ πάλιν ἄπορον ἄλλον. Ζητήσει γὰρ ἄν τις, Πῶς τοῦτο εἴρηκεν. Ἠδικήθη γὰρ ὁ ἄνθρωπος στερηθεὶς τοῦ φωτός, «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ;» Ἄλλως δὲ οὐκ ἐνῆν φανερωθῆναι ταῦτα; Ποίαν ἀδικίαν ἠδικήθης, ἄνθρωπε; Τοῦ φωτός, φησί, στερούμενος. Καὶ ποία βλάβη ἐκ τοῦ στερεῖσθαι τοῦ αἰσθητοῦ φωτός; τοὐναντίον οὖν μᾶλλον εὐηργέτηται. Ἅμα γὰρ τῇ σωματικῆ ὁράσει καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐφωτίσθη. Ὥστε πρὸς καλὸν αὐτῷ ἡ πήρωσις ἀπέβη, διὰ τῆς ἰάσεως ἐπιγνόντι τὸν ἀληθῆ τῆς δικαιοσύνης Ἥλιον. Οὔκουν ἠδίκηται, ἀλλ’ εὐηργέτηται ὁ τυφλός. Ἔπειτα καὶ τοῦτο γίνωσκε, πᾶς ὁ τῶν θείων ἐξεταστής, ὅτι τό, «Ἵνα», καὶ τό, «Ὅπως», παρὰ τῇ Γραφῇ πολλαχοῦ οὐκ αἰτιολογικῶς, ἀλλ’ ἀποβατικῶς κεῖνται, ὡσπερεὶ τὸ παρὰ τῷ Δαυΐδ, «Ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου». Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ Δαυΐδ, ἵνα δικαιωθῇ ὁ Θεός, ἀλλ’ ὡς ἐξ ἀποτελέσματος ἁμαρτόντος τοῦ Δαυΐδ ἀποβαίνει τὸ δικαιωθῆναι τὸν Θεόν. Ὅταν γὰρ ὁ Θεὸς μὲν τοσαῦτα αὐτῷ δέδωκεν, ὅσα οὐκ ἦν ἄξιος λαβεῖν, αὐτὸς δὲ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ φόνον εἰργάσατο ἐπὶτῇ μοιχείᾳ καὶ τῇ βασιλεία ἀπεχρήσατο εἰς ἀθέτησιν τοῦ Θεοῦ· τί ἄλλο ἐξ ἀποτελέσματος συμβαίνει, ἤ πάντως τό, κρινόμενον τὸν Θεὸν καὶ διαλεγόμενον πρὸς τὸνΔαυΐδ, δικαιωθῆναι, καὶ τὴν νικῶσαι ἀπενέγκασθαι, κατακρινομένου τοῦ βασιλέως; Ὅτι παρ’ οὗ τὴν βασιλείαν ἔλαβε, τούτου τοὺς νόμους ἠθέτησε, δι’ αὐτὸ τοῦτο, ὅτι βασιλεύς ἦν. Ἰδιώτης γὰρ ὤν, οὐκ ἄν ἠδυνήθη τοιαῦτα δύο κακὰ οὕτω ραδίως κατεργάσασθαι. Ὁρᾷς, ὅτι τὸ, «Ὅπως ἄν δικαιωθῇς», οὐκ αἰτιολογικῶς κεῖται, ἀλλὰ κατὰ ἀπόβασιν; Καὶ μυρία τοιαῦτα καὶ παρὰ τῷ Ἀποστόλῳ εὑρήσεις, οἶον καὶ τὸ ἐν τῇ πρὸς Ρωμαίους· «Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ, φανερὸν, ἐστιν ἐν τοῖς Ἕλλησιν, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους». Καίτοι οὐ διὰ τοῦτο ὁ Θεὸς ἔδωκε τοῖς Ἕλλησι τὴν γνῶσιν, ἵνα ὧσιν ἀναπολόγητοι πταίοντες. Αὐτὸς μὲν γὰρ ἔδωκεν, ἵνα μὴ πταίωσιν, εἶτα ἐπειδὴ ἔπταισαν, ἐξ ἀποτελέσματος, ἡ γνῶσις αὐτοῖς ἀπέβη εἰς τὸ εἶναι ἀναπολογήτους. Καὶ πάλιν· «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κατάκριμα· καίτοι οὐ διὰ τοῦτο ἐδόθη, ἀλλ’ ἵνα μᾶλλον ἀνασταλῇ ἡ ἁμαρτία. Ἐπεὶ δὲ οὐκ ἠθέλησαν ἀναστεῖλαι ταύτην οἱ τὸν νόμον δεξάμενοι, ἐγένετο αὐτοῖς ὁ νόμος εἰς πλεονασμὸν ἁμαρτίας, πλείων γὰρ ἐλογίσθη αὐτοῖς καὶ μείζων ἡ ἁμαρτία, ὅτι καὶ νόμον ἔχοντες ἡμάρτεινον. Οὕτως οὖν κἀνταῦθα τὸ , «Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ», οὐκ αἰτιολογικῶς κεῖται, ἀλλ’ ἀποβατικῶς ἀπέβη, γὰρ ἐν τοῦ τὸν τυφλὸν θεραπευθῆναι, τὸ δοξασθῆναι τὸν Θεόν. Ὥσπερ γὰρ πολλάκις οἰκοδόμοις τις οἰκίας, τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀπέλεστον, ἵνα εἴ ποτε ἀπιστούη τις αὐτῷ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ τὸ μέρος οἰκοδομήσας, ἔχῃ διὰ τοῦ δημιουργῆσαι καὶ τὸ ἀτελὲς , ἐκεῖνο, δεικνύειν, ὅτι καὶ τοῦ ὠκοδομημένου αὐτὸς τεχνίτης ἐστιν· οὗτω καὶ ὁ Θεὸς ἡμῶν Ἰησοῦς τὰ πεπηρωμένα μέλη ἰώμενος, καὶ ἀποκαθιστῶν εἰς τὸ κατὰ φύσιν, δείκνυσιν, ὡς ἅμα αὐτὸς ἐστιν ὁ καὶ τῶν ἄλλων μελῶν δημιουργός. Εἰπὼν δέ, «Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ», περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρὸς· ἐκείνου γὰρ ἡ δόξα φανερὰ ἦν, τὴν δὲ αὐτοῦ ἔδει φανερωθῆναι, καὶ ὅτι αὐτὸς ἐστιν ὁ ἐξ ἀρχῆς πλάσας τὸν ἄνθρωπον. Οὐ μικρὰ δὲ πάντως δόξα τὸ φανερωθῆναι, ὅτι αὐτὸς ὁ νῦν φανεὶς ἄνθρωπος, ἐδημιούργησεν ἐν ἀρχῇ ὡς Θεὸς τὸν ἄνθρωπον. Ὅτι δὲ περὶ ἑαυτοῦ τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς. Ἐπιφέρει γάρ· «Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἐργα τὰ δυνάμενά με». –«Ἐμέ», φησί, δεῖ φανερῶσαι ἑμαυτόν, καὶ ποιῆσαι ἔργα τὰ δυναμενά με ἀποδεῖξαι ταὐτὰ τῷ Πατρὶ ποιοῦντα. Ὅρα πῶς οὐκ εἶπεν, ὅτι, Τοιαῦτα ἔργα οἷα ποιεῖ ὁ Πατήρ, δεῖ κἀμὲ ἐργάζεσθαι, ἀλλ’ Αὐτὰ ἐκεῖνα «ἅ ποιεῖ ὁ Πατήρ». –«Δεῖ γὰρ, με φησίν, ἐργάζεσθαι τὰ ἔργα» ἐκεῖνα αὐτά, ἅ ὁ πέμψας με ποιεῖ. Ταῦτα δὲ δεῖ μὲ ἐργάζεσθαι «ἕως ἡμέρα ἐστίν» τοὐτέστιν, Ἕως ὁ παρὼν βίος ἀνέστηκεν, καὶ δύναται πιστεύειν εἰς ἐμὲ οἱ ἄνθρωποι· ἐπείτοι γε «ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι»· τοὐτέστι, πιστεῦσαι· ἔργον γὰρ τὴν πίστιν ὀνομάζειν. Ἐν τῷ μέλλοντι οὖν αἰῶνι οὐδεὶς δύναται πιστεῦσαι. Ἡμέρα μὲν γὰρ ὁ παρὼν βίος, διότι δυνάμεθα ὡς ἐν ἡμέρα ἐργάσασθαι (εἰ καὶ ὁ Παῦλος νύκτα τοῦτο ὀνομάζει, διά τε τὸ ἀγνοεῖσθαι ἐνταῦθα τούς, ἤ ἀρετὴν, ἤ κακίαν, μετιόντας, καὶ ὡς πρὸς σύγκρισιν τοῦ μέλλοντος φωτὸς περιλάμψαι τοὺς δικαίους)· νύξ δὲ ὁ μέλλων, διότι ἐκεῖ οὐδεὶς δύανται ἐργάσασθαι, εἰ καὶ ὁ Παῦλος ἡμέραν τοῦτον καλεῖ, διὰ τὴν φωτοφάνειαν τῶν δικαίων, καὶ φανέρωσιν τῶν ἑκάστῳ βεβιωμένων. Ἐν τῷ μέλλοντι οὖν αἰῶνι πίστις οὐκ ἔστιν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. «Ὅταν οὖν ἐν τῷ κόσμῳ ὧ, φῶς εἰμι τοῦ κόσμου»· διὰ γὰρ τῆς διδασκαλίας καὶ τῆς ἐπιδείξεως τῶν θαυμάτων φωτίζω τὰς ψυχάς. Ὥστε δεῖ με καὶ νῦν φωτίσαι πολλῶν ψυχάς, διὰ τοῦ θεραπεῦσαι τὸν τυφλόν, καὶ φωτίσαι αὐτοῦ τὰς κόρας τῶν ὀμμάτων· ἐπεὶ γὰρ φῶς εἰμι, δεῖ με καὶ αἰσθητῶς καὶ πνευματικῶς φωτίζειν.
«Ταῦτα εἰπών, ἔπτυσε χαμαί, καὶ ἐποίησε πηλόν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὅ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων».-Εἰπών, φησί, ταῦτα ὁ Ἰησοῦς, οὐκ ἄχρι τῶν ρημάτων ἔστη, ἀλλὰ καὶ τὸ ἔργον ἐπέθηκεν. «Ἔπτυσε γὰρ χαμαὶ, καὶ πηλὸν ποιήσας ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· δεικνύων διὰ τοῦ πηλοῦ, ὅτι αὐτὸς ἐστιν ὁ καὶ τὸν Ἀδάμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι, Ἐγὼ εἰμι ὁ τὸν Ἀδὰμ πλάσας, πρόσαντες ἐδόκει τοῖς ἀκούοσι· διὰ δὲ τοῦ ἔργου δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο καὶ ἀπὸ πηλοῦ τὰ ὄμματα δημιουργεῖ, ἐκείνῳ τῷ τρόπῳ τῆς δημιουργίας, ὦ καὶ τὸν Ἀδάμ ἐδημιούργησεν. Οὐκ ἔπλασε δὲ μόνον τοὺς ὀφθαλμούς, οὐδὲ ἀνέῳξε μόνον, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ Ἀδάμ· ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμοῖς κἄν ἀπηρτισμένος ἦ, οὐκ ἄν ἴδοι ποτέ. Πτύσματι δὲ κέχρηται εἰς τὴν ἀνάβλεψιν. Ἐπεὶ γὰρ αὐτὸν ἔμελλε πέμπειν ἐπὶ τὸν Σιλωάμ ἵνα μὴ τῷ ὔδατι τῆς πηγῆς ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν, ὅτι ἡ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺ ὀφθαλμοὺς αὐτοῦ· διὰ τοῦτο «ἔπτυσε χαμαί», καὶ ἐκ τοῦ στόματος ἐποίησεν πηλόν. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι τῆς γῆς ἦν τὸ θαῦμα, κελεύει νίψασθαι, ἵνα πάντως ἀπόθηται τὸν πηλόν. Τινὲς δὲ φασιν, ὅτι ὁ πηλὸς οὐκ ἀπετέθη, ἀλλ’ εἰς ὀφθαλμοὺς ἐδημιουργήθη· κελεύει δὲ αὐτὸν ἐπὶ τὸν Σιλωὰμ ἀπελθεῖν, ἅμα μὲν ἵνα μάθωμεν τοῦ τυλφοῦ τὴν πίστιν, καὶ πῶς ὑπήκοος ἦν· οὐ γὰρ διελογίσατο. Εἱ ὅλως ὁ πηλὸς ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμούς, τίς μοι χρεία του Σιλωάμ, ἤ τοῦ νίψασθαι; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι.
Ἅμα δὲ καὶ ἵνα ἐπιστομίσῃ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Εἰκὸς γὰρ ἦν πολλοὺς θεάσασθαι αὐτὸν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον, καὶ προσέσχον ἄν αὐτῷ μετὰ ἀκριβείας, ὥστε μὴ ἔχειν λέγειν ὕστερον, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Καὶ τρίτον δεικνύων ἑαυτόν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Παλαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Διατὶ δὲ ὁ εὐαγγελιστὴς καὶ τὴν ἑρμηνείαν του Σιλιωάμ προσέθηκεν; Ἵνα μάθῃς, ὅτι κἀκεῖ αὐτὸν ὁ Χριστὸς ἐθεράπευσε καὶ ὅτι ὁ Σιλωάμ τύπος Χριστοῦ. Ὥσπερ γάρ πνευματικὴ πέτρα ὁ Χριστὸς, οὕτω καὶ ὁ Σιλωάμ πνευματικός ἐστι· καὶ ὥσπερ ὀ χείμαρρος οὗτος του Σιλωάμ, ἄθρόον καὶ ἐπληκτικώτερον ἐφαίνετο φοβερῷ τινι ρεύματι· οὕτω καὶ ἡ τοῦ Κυρίου παρουσία’ κρυφία καὶ ἀγγέλος ἄγνωστος, πᾶσν τὴν ἁμαρτίαν τῇ δυνάμει κατακλύζουσα.
«Οἰ οὖν γείτονες οἱ θεωροῦντες αὐτὸν τὸν πρόερον, ὅτι τυφλὸς ἦν, ἔλεγον· οὕχ οὗτος ἐστιν ὁ καθήμενος προσαιτῶν; Ἄλλοι δέ, ὅτι Οὗτος ἐστίν· ἄλλοι δὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος δὲ ἔλεγεν, ὅτι Ἐγὼ εἰμι. Ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεώχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος, καὶ εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς, πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ εἰπὲ μοι· Ὕπαγε εἰς τὴν κολυμβύθραν τοῦ Σιλωάμ, καὶ νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἐνέβλεψα». Ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος ἐκπληττόμενοι οἱ γείτονες, διαπιστοῦντες ἦσαν· καίτοι ἡ ἐπὶ τὸν Σιλωάμ ἄφιξις αὐτοῦ κεχρισμένου τοὺς ὀφθαλμοὺς πηλῷ ἐπὶ τούτῳ ἐγένετο, ἵνα πολλοὶ αὐτὸν ἴδωσι, καὶ μὴ ὕστερον ἀρνῶνται, ὡς ἀγνοοῦντες δῆθεν· ἀλλ’ ὅμως καὶ ἔτι ἀπιστοῦσιν. Οὐχ «ἁπλῶς δὲ ἐπισημαίνεται ὁ εὐαγγελιστής, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ τὸ ἄφατον τῆς φιλανθρωπίας τοῦ Κυρίου, ὅπως καὶ ἄχρι τῶν εὐτελῶν συγκατέβαινεν, ὡς καὶ προσαίτας θεραπεύειν μετὰ πολλῆς τῆς κηδεμονίας, καὶ ἵνα ἐκ τούτου καὶ αὐτοὶ· μαθόντες μὴ καταφρονῶμεν τῶν ἐλαχίστων. Ὁ δὲ τυφλὸς μήτε τὴν προτέρα αἰσχυνόμενος πήρωσιν, μήτε τὸν δῆμον φοβούμενος, ὁμολογεῖ, ὅτι, «Ἐγὼ εἰμι», ἀνακηρύττων τὸν εὐεργέτην, καί φησιν· «Ἄνθρωπος τις Ἰησοῦς λεγόμενος». Ἄνθρωπον τὸν Κύριο καλεῖ, ἐπειδὴ οὐδὲν οὐδέπω περὶ αὐτοῦ ἐγίνωσκεν· ὅ δὲ τέως ἐγίνωσκε, τοῦτο ὁμολογεῖ. Πόθεν δὲ ἐπεγίνωσκεν αὐτόν, ὅτι Ἰησοῦς ἐστιν; Ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως· ἐπεὶ γὰρ ἠρώτησαν μὲν οἱ μαθηταὶ περὶ αὐτοῦ τὸν Κύριον, ὁ δὲ πλείω διελέχθη αὐτοῖ, ὅτι τε, «Δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με», καὶ ὅτι, «Φῶς εἰμι τοῦ κόσμου», τοιαῦτα δὲ οὐδεὶς ἄλλος ἐδίδασκεν, εἰ μὴ μόνος ὁ Ἰησοῦς, καὶ τούτοις τοῖς ρήμασι συχνάκις ἐκέχρητο ἐκ τούτων ἐπέγνω ὁ τυφλός, ὅτι Ἰησοῦς ἔστι. Τὸ μὲν οὖν ποιῆσαι πηλόν, καὶ ἐπιχρῖσαι τοὺς ὀφθαλμοὺς, ἐκ τῆς ἀφῆς ἐπιγνοὺς εἶπε· τὸ δὲ πτύσαι οὐκ ἔτι. Οὐ γὰρ οἶδε· διόπερ οὐκ ἐπέγνω, οὐδὲ προστίθησιν, οὕτως ἦν ἀληθής ὁ ἄνθρωπος.
«Εἶπον οὖν αὐτῷ. Ποῦ ἐστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαισαίους τὸν ποτε τυφλόν. Ἦν δὲ Σάββατον ὅτι τὸν πηλὸν ἐποίησεν ὀφθαλμούς ὅ Ἰησοῦς, ἀνέῳξε αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ ὅτι τὸ Σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς». Ἐπειδῆ ὁ Κύριος θεραπεύων, καὶ θαῦμα ποιῶν, εἴωθεν ἐκνεύειν διὰ τὸ ἀκόμπαστον, ἐρωτηθεὶς ὁ τυφλός, Ποῦ ἐστιν ἐκεῖνος; λέγει· «Οὐκ οἶδα», ἀληθεύων πάντως κἄν τούτῳ «Ἄγουσι δὲ αὐτὸν πρὸς τοὺς Φαρισαίους», διὰ τὸ σφοδοτέρας ἐρωτήσεως καὶ δριμυτέρας ἀξιωθῆναι. Ἐπισημαίνεται δὲ ὁ εὐαγγελιστὴς, ὅτι Σάββατον ἦν, ἵνα ἐνδείξηται τὴ πονηρίαν αὐτῶν, ὡς δρασσομένων προφάσεις κατά Χριστοῦ, καὶ ἐγκαλούντων αὐτῷ τὴν τοῦ Σάββατου πράβασιν, καὶ διὰ ταύτην συσκιάζειν πειρωμένων τὸ θαῦμα· διὸ οὐδὲ ἐρωτῶσιν αὐτόν, Πῶς ἐνέβλεψας, ἀλλά, «Πῶς ἀνέῳξε σου τοὺς ὀφθαλμούς;» τὸ ὅλον διαβάλλοντες τὸν Κύριον· ὡς ἐν τῷ Σάββατῳ ἐργασάμενον, ἀναγκάζοντες αὐτὸν τὸν τυφλὸν ἐπιμνησθῆναι, ὅτι πηλὸν ἐποιήσεν ἐν τῷ Σαββάτῳ δηλαδή. Αὐτὸς δὲ ὡς πρὸς ἀκηκοότας ἤδη δαλεγόμενος, οὔτε τοῦ ὀνόματος τοῦ Ἰησοῦ μνημονεύει, οὔτε τί πρὸς αὐτὸν ὁ Κύριος ἐλάλησεν, ἀλλ’ ἤ μόνον, ὅτι «Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω». Εἰκὸς γὰρ ἦν προακηκοέναι τοὺς Φαρισαίους παρὰ τῶν καὶ τὸν τυφλὸν ἀγαγόντων πρὸς αὐτούς, διαβαλλόντων ἴσως τὸν Κύριον, καὶ εἰπόντων ἄν· Ἴδε οἷα ποιεῖ ἐν Σαββάτῳ ὁ Ἰησοῦς. Ἄξιον δὲ ἰδεῖν τὴν παρρησίαν τοῦ τυφλοῦ, ὅπως καὶ τοῖς Φαρισαίοις ἀνεκπλήκτως διαλέγεται. Αὐτοὶ μὲν ἤνεγκαν αὐτόν, ἵνα τῷ φόβῳ καταπλαγείς, ἀρνήσηται τὴν θεραπείαν·ὁ δὲ τρανώτερον ἐκβοᾷ ὅτι «Βλέπω» -«Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές», ἀλλ’ οὐχὶ πάντες, ἀλλὰ οἱ ἰταμώτεροι· «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ». Ἄλλοι δὲ ἔλεγον, ὅτι «Πῶς δύνανται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα ποιεῖν;» Ὁρᾷς τοὺς πολλοὺς ἀπὸ τῶν σημείων μαλαττομένους; Ἰδοὺ οὗτοι Φαρισαῖοι καὶ ἄρχοντες, ὅμως ἀπὸ τοῦ σημείου καταδυσωποῦνται, καὶ ὑπεραπολογοῦνται, σχίσμα, «καὶ σχίσμα ἦν ἐν αὐτοῖς». Τοῦτο τὸ σχίσμα πρότερον μὲν ἐν τῷ ὄχλῳ ἐφύη· οἱ μὲν γὰρ ἔλεγον, ὅτι «Πλανᾷ τὸν ὄχλον· οἱ δὲ ὅτι Οὔ». Νῦν δὲ καὶ ἄρχουσι φύεται, καὶ ἰδοὺ πολλοὶ τῶν Φαρισαίων ἀποσχισθέντες τῶν ἄλλων, συνηγοροῦσι τῷ θαύματι. Πλὴν εἰ καὶ ἀπεσχίσθησαν, ἀλλὰ μαλακώτερον ἐνίσταντο ὑπὲρ τοῦ Χριστοῦ, καὶ ἀμφιβόλως μᾶλλον καὶ διψύχως ἤ βεβαίως. Ἄκουε γὰρ τί φασι· «Πῶς δύναται ἄνθρωπος ἁματωλὸς τοιαῦτα ποιεῖν;» Ὁρᾷς τὸ μαλακὸν τῆς ἐνστάσεως; Ὅρα καὶ τὴν κακουργίαν τῶν διαβολλόντων. Οὐ γὰρ λέγουσιν, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ Θεοῦ, ὅτι ἐν Σαββάτῳ θεραπεύει, ἀλλ’, «ὅτι τὸ Σάββατο οὗτος τηρεῖ», ἄνω καὶ κάτω οὐ τὴν εὐεργεσίαν, ἀλλὰ τὴν παράλυσιν τῆς ἡμέρας προφέροντες. Σημείωσαι δὲ καὶ τοῦτο, ὅπως οἱ ἄρχοντες νωθρότεροι τοῦ ὄχλου εἰσὶ περὶ τὸ καλόν. Ἰδοὺ γὰρ ὁ μὲν ὄχλος πρότερον ἐσχίσθησαν ταῖς γνώμαις, καὶ οὐχὶ πάντες ὡμοφώνουν κατὰ τοῦ Χριστοῦ· οἱ δὲ ἄρχοντες ὕστερον τοῦτο τὸ ἐπαινετὸν σχίσμα πεπόνθασιν. Ἔτσι γὰρ καὶ καλῶς σχισθῆναι· καθὰ καὶ ὁ Κύριος φησι· «Μάχαιραν ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν», τὴν ἐπὶ καλῷ πάντως καὶ εὐσέβειᾳ διχογνωμοσύνην.
«Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀθφαλμούς; Ὁ δὲ εἶπεν, ὅτι Προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἰ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλός ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος, καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτος ἐστιν ὁ υἱός ὑμῶν, ὅν ὑμεῖς ἐλέγετε, ὄτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;» Τίνες ἦσαν οἱ ἐρωτῶντες τὸν τυφλόν, «Σὺ τί λέγεις περὶ αὐτοῦ;» Τῆς τῶν εὐγνωμόνων μοίρας ἦσαν· Ἐπεὶ γὰρ εἶπον, ὅτι «Πῶς δύναται ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» ἵνα μὴ δόξωσιν αὐτοὶ μόνην συνηγορεῖν, τὸν λαβόντα τὴν εὐεργεσίαν, αὐτὸν παράγουσι μάρτυρα, ὡς αἰσθόμενον τῆς δυνάμεως, ὡς ἄν ἐπιστομίσωσι τοὺς διαβολεῖς. Ὅρα γὰρ πῶς εὐγνωμόνως ἐρωτῶσιν. Οὐ γὰρ εἶπον Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι πηλὸν ἐποίησεν; ὅτι τὸ Σάββατον οὐ, ἐτήρησεν; ἀλλὰ τοῦ θαύματος μνημονεύουσιν, «Ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς» μονονουχὶ καὶ τὸν θεραπευθέντα παραθήγοντες εἰς τὸ ὑπερ Χριστοῦ τὰ εἰκότα εἰπεῖν. Ἀναμιμνήσκομαι γὰρ αὐτὸν καὶ νύττουσιν αὐτόν. «Ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς». Εὐηγρέτησε σέ, φασὶν, ὥστε ὀφείλεις ἀνακηρύξαι αὐτὸν. Διὸ καὶ ὁ τυφλὸς ὁμολογεῖ τέως ὅπερ ἠδύνατο, ὅτι Οὑκ ἔστν ἁμαρτωλὸς, ἀλλ’ ἐκ τοῦ Θεοῦ. «Προφήτης γὰρ ἐστιν· κἄν ἕτεροι λέγωσιν, ὅτι «Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· διότι τὸ Σάββατον οὐ τηρεῖ. Καίτοι ὁ μὲν Χριστὸς ἑνὶ δακτύλῳ τὸν πηλὸν ἐπιχρίσας, παραλύειν ἐδόκει τὸ Σάββατον αὐτοὶ δὲ ὅλῃ χειρὶ λύοντες τῷ Σάββατῳ τὰ ζῶα πρὸς ποτισμὸν ἐδόκουν εὐσεβεῖν. Φωνοῦσιν οὖν οἰ σκληροὶ καὶ ἀπειθεῖς τοὺς γονεῖς αὐτοῦ, εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν βουλόμενοι, καὶ διὰ ταύτης εἰς ἄρνησιν τῆς πηρώσεως τοῦ παιδός· Ἐπεὶ γὰρ ἐκεῖνοι οὐκ ἠδυνήθησαν τὸ εὐγνῶμον στόμα ἐμφράξαι τοὺς γονεῖς ἐκδεδίττονται, τιτρώσκειν οὕτω τὸ θαῦμα προσδοκῶντες. Ἱστῶσιν οὖν αὐτοὺς ἐν τῷ μέσῳ, καὶ μετὰ πολλοῦ θυμοῦ τὴν ἐρώτησιν ποιοῦνται, μᾶλλον δὲ μετὰ πολλῆς κακουργίας. Οὐ γὰρ εἶπον, Οὗτος ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλός, ἀλλ’ «Ὅν ὐμεῖς ἐλέγετε»· μονονουχὶ τοῦτο λέγοντες, Ὅν ὑμεῖς ἐποιήσατε τυφλόν, καὶ πανταχοῦ διεφημήσατε τὸν λόγν, πλασάμενοι πάντως καὶ καταψευσάμενοι. Ἀλλ’, ὦ μιαροὶ Φαρισαῖοι, τίς ἄν πατὴρ ἀνάσχοιτο τοιταῦτα καταψεύσασθαι παιδὸς οἰκείου; Δυσὶ δὲ τούτοις στενοχωροῦσιν αὐτούς, καὶ βιάζονται ἀρνήσασθαι τὸν υἰόν, τῷ τε εἰπεῖν, «Ὅν ὑμεῖς ἐλέγετε», καὶ τῷ «Πῶς οὖν ἄρτι βλέπει;» Ὁρᾷς, ὅτι ὡς ψευδομένων αὐτῶν τὸ πρότερον, φημὶ δή, τὸ τυφλὸν εἶναι τὸν παῖδα, σημεῖον προφέρουσι τοῦτο, τὸ ὕστερον αὐτὸν βλέπειν. Ἤ γὰρ τοῦτο, φασί, ψευδές, τὸ βλέπειν αὐτὸν νῦν, ἤ ἐκεῖνο, τὸ τυφλὸν εἶναι. Ἀλλὰ μὴν τοῦτο ἀληθὲς, βλέπει γάρ· ψεῦδος ἄρα ὁ ὑμεῖς ἐκηρύξατε, τὸν τυφλὸν εἶναι τὸ πρότερον.
«Ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὀ ὑιὸς ἠμῶν, καὶ ὅτι τυφλὸς ἐγενήθη· πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἤ τὶς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπαν οἰ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους. Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγους γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε». Τρεῖς ἐρωτήσεις οἱ Φαρισαῖοι προσήνεγκαν τοὺς γονεῦσι τοῦ τυφλοῦ, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἐγεννήθη, καὶ πῶς ἀνέβλεψεν. Οἱ δὲ, τὰς μὲν δύο, ὅτι τε υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἦν, ὁμολογοῦσι· τὸν δὲ τρόπον τῆς θεραπείας ἀνγοοῦντες, οὐ προστιθέασι. Καὶ τοῦτο δὲ πάντως ὑπὲρ τοῦ τὴν ἀλήθειαν ὁμογοληθῆναι βεβαιότερον γίνεται, ὥστε αὐτὸν τὸν τῆς εὐεργεσίας ἀπολαύσαντα, τὸν καὶ ἀξιοπιστότερον ὄντα, μαρτυτῆσαι ταῦτα· καθὰ καὶ οἰ γονεῖς αὐτοῦ φασιν· «Αὐτὸς ἡλικίαν ἔχει». Μὴ γὰρ νήπιός ἐστιν, ἤ ἄτελής, ὥστε μὴ συνιένια πῶς τεθεράπευται; «Τοιαῦτα δὲ εἶπον οἱ γονεῖς αὐτοῦ», φοβούμενοι τοὺς Φαρισαίους· οὕτως ἔτι ἦσαν ἀτελεῖς καὶ ἀγενέστεροι τοῦ παιδός. Ἐκεῖνος γὰρ τοι μάρτυς ἀνέκπληκτος ἵσταται τῆς ἀληθείας· οὕτως ἐφωτίσθη καὶ τοὺς νοεροὺς ὀφθαλμούς.
«Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὅς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· Ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλὸς ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν. Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἕν οἶδα, ὅτι τυλφὸς ὤν, ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· Τὶ ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς μαθηταὶ αὐτοῦ θέλετε γινέσθαι; Ἐλοιδόρησαν οὖν αὐτὸν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ Μωυσέως ἐσμὲν μαθηταὶ. Ἡμεῖς οἴδαμεν, ὅτι Μωυσεῖ ἐλάλησεν ὁ Θεός· τοῦτον δὲ οὐκ εἴδαμεν, πόθεν ἔστιν». Ἐπειδὴ οἰ γονεῖς τὸν υἱὸν αὐτῶν δεῖν ἐρωτηθῆναι, διανέστησαν, τοῦτο ποιοῦσιν οἱ ἐπηρεασταί· καὶ δὴ παράγουσιν αὐτὸν, οὐ ὥστε ἐρωτῆσαι,ἀλλ’ ὥστε ὑποβαλεῖν αὐτῷ κατηγορῆσαι τοῦ θεραπευτοῦ. Τὸ γὰρ «Δὸς δόξαν τῷ Θεῷ», τοῦτο σημαίνει· Ὁμολόγησον, φησίν, ὅτι Ἰησοῦς οὐδὲν εἰργάσατο, εἰς ἐμὲ (τοῦτο γὰρ εἶναι δόξαν Θεοῦ, τὸ τῷ Ἰησοῦ μηδὲν ἀγαθὸν προσμαρτυρεῖσθαι). «Ἡμεῖς γὰρ οἴδαμεν, φασίν, ὅτι ἁμαρτωλὸς ἐστι». Πὼς οὖν οὐκ ἠλέγχετε αὐτόν, ὅταν προεκαλεῖτο ὑμᾶς λέγων· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Ὁ δὲ τυφλὸς «Εἱ μὲν ἁμαρτωλὸς, φησίν, ἔστιν, οὐκ οἶδα»· τοὐτέστιν. Οὐ νῦν ἐξετάζω τοῦτο, οὐδὲ ἀποφαίνομαι· ἐκεῖνο μέν τι οἶδα σαφῶς, ὅτι θαῦμα ἐπ’ ἐμοὶ ἐτέλεσε. Τὸ τοίνυν πρᾶγμα αὐτὸ καθ’ αὐτὸ σκοπείσθω, καὶ τὴνψῆφον περὶ αὐτοῦ ἐκφερέτω. Εἶτα ἐπειδὴ παλιν ἠρώτων αὐτόν· «Τί ἐποίησέ σοι», διὰ τὴν ἐν τῷ Σάββατῳ πάντως γενομένην ἐπίχρισιν τοῦ πηλοῦ ἐπηρεάζοντες τῷ Σωτῆρι, ἤσθετο δὲ ὁ ἄνθρωπος αὐτούς, οὐχ ὥστε μαθεῖν ἀλλ’ ὥστε ἐπηρέασαι, τὴν ἐρώτησιν ποιουμένους, πληκτικώτερον αὐτοῖς ἀποκρίνεται· Οὐδὲ λόγους, φησίν, ἔτι ὑμᾶς ἀξιῶ· πολλάκις γὰρ εἰπόντι οὐ προσευχήκατε. Εἶτα τὸ μάλιστα δυνάμενον αὐτοὺς πλῆξαι, ἐπάγει· «Μὴ καὶ ὑμεῖς βούλεσθε μαθηταὶ αὐτοῦ γενέσθαι;» Ἐμφαίνει γοῦν, ὅτι αὐτὸς μαθητὴς αὐτοῦ εἶναι βούλεται· παίζων δὲ αὐτοὺς καὶ κωμῳδῶν, ἠρέμα ταῦτά φησιν, ὅ ψυχῆς ἐστι πεπαρρησιασμένης καὶ ἀκαταπλήκτου, καὶ μὴ πτοουμένης τὴν μανίαν αὐτῶν. Ἐκεῖνοι δὲ πρὸς ὕβριν αὐτοῦ φασι· «Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ του Μωυσέως ἐσμὲν μαθηταί». Φαίνονται δὲ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ἦσαν τοῦ Μωυσέως μαθηταί, καὶ τοῦ Χριστοῦ ἄν ἦσαν· καθὰ καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἄν ἐμοί». Οὐκ εἶπον δέ, ὅτι Ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι «Ἡμεῖς οἴδαμεν, ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός». Καίτοι τῶν προγόνων αὐτοῖς ἀπαγγειλάντων, ἀκριβῆ γνῶσιν ἔχειν λέγουσιν, ὧν ἐξ ἀκοῆς παρειλήφεισαν· ὅν δὲ τοῖς ὀφθαλμοῖς ἔβλεπον θαυματουργοῦντα καὶ οὗ ἤκουον θεῖα καὶ ἄνωθεν φθεγομένου, τοῦτον πλάνον ἐκάλουν Ὁρᾷς ἀνοησίαν ἀπὸ κακίας δεδημιουργημένην;
«Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστὸν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δέ, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐὰν τις θεοσεβής ἧ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμούς τυφλοῦ γεγενημένου. Εἱ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν». Ὑμεῖς, φησίν, ὦ Ἰουδαῖοι, ἀποβάλλεσθε τὸν θεραπεύσαντά με, ὡς μὴ εἰδότες αὐτόν, «πόθεν ἐστίν»· ἐγὼ δὲ φημι, ὅτι διὰ τοῦτο μᾶλλον ἐστι θαυμαστός, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ’ ὑμῶν ὤν, οὐδὲ τῶν δεδοξασμένων, τοιαῦτα δύναται, ὥστε εἶναι δῆλον πάντοθεν, ὡς ἔστι κρείττονός τινος δυνάμεως, οὐδεμιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος. Εἶτα καὶ ἐπειδὴ προλαβόντες, εἰπόν τινες ἐξ αὐτῶν· «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς σημεῖα τοιταῦτα ποιεῖν;» λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, καὶ τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκει ρημάτων. «Οἴδαμεν» γάρ, φησί, πάντες, «ὅτι ἀμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐὰν τις θεοσεβής ἦ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Σκόπει μοι ἐντεῦθεν, πῶς οὐ μόνον ἁμαρτιῶν ἀπήλλαξε τὸν Κύριον, ἀλλὰ καὶ σφόδρα αὐτὸν ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα, ἐν τῷ εἰπεῖν· «Ἀλλ’ ἐάν τις θεοσεβὴς ἧ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ». Εἶτα ἐπεὶ ἐγίνωσκεν αὐτοὺς συσκιάζειν βουλομένους τὸ θαῦμα, αὐτὸς πολλῆς συνέσεως γέμων, τὴν εὐεργεσίαν ἀνακηρύττει· «Εἱ μὴ γὰρ ἦν οὗτος ἀπὸ Θεοῦ» οὐκ ἄν θαῦμα τηλικοῦτο εἰργάσατο, οἶον οὐδεὶς τῶν ἀπ’ αἰῶνος. Ἠνοίγησαν μὲν γὰρ ὀφθαλμοὶ τυφλῶν τυχόν, ἀλλ’ οὐκ ἀπὸ γενετῆς πεπηρωμένοι, ἀπὸ τινος δὲ πάθους τοῦτο δὲ ἐστι τὸ ξένον, ὅ νῦν ἐγένετο. Πρόδηλον οὖν, ὅτι μείζων ἤ κατὰ ἄνθρωπόν ἐστιν ὁ τηλικοῦτο θαῦμα τελέσας. Ἀλλ’ ἀποροῦσι τινες ψυχρὰν καὶ σοφιστικὴν ἀπορίαν. Πῶς, φασίν, εἶπεν, ὅτι «Ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; Καὶ μὴν εὐχομένων συγχωρηθῆναι τὰς ἁμαρτίας ἐπακούει· φιλάνθωπος γὰρ ἐστι. Τί οὖν ἐστι, φησίν, ὅ ἐνταῦθα λέγει, ὅτι «Ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει;» Ἔδει μὲν πρὸς τὰ τοιαῦτα μηδὲ ἀποκρίνεσθαι· ὅμως ρητέον ὅτι τὸ ἁμαρτωλῶν μὴ ἀκούει τὸν Θεόν, τοῦτο σημαίνει, ὅτι ὁ Θεὸς σημεῖα ἐργάζεσθαι, τοῖς ἁμαρτωλοῖς οὐ δίδωσιν. Οὐ γὰρ ἐνοικήσει τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν σώματι καταχρέῳ ἁμαρτίας. Αἰτουμένων μέντοι ἄφεσιν ἁμαρτιῶν ἀληθῶς καὶ ἀπὸ καρδίας, εἰσακούει, οὐχ ὡς ἁμαρτωλῶν, ἀλλ’ ὡς μετανοούντων. Ὁμοῦ τε γὰρ αἰτοῦνται τὴν ἄφεσιν, καὶ μετέστησαν ἀπὸ τῆς τῶν ἁμαρτωλῶν τάξεως εἰ τὴν τῶν μετανοούντων. Εἰκότως οὖν εἴρηται ὅτι «Ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει». Οὔτε γὰρ ἁμαρτωλοῖς δίδωσι τὴν χάριν τῶν σημείων. Πῶς γὰρ, οὕς καὶ ἐὰν αἰτήσωνταί ποτε περί τινος τοιούτου μισεῖ, ὡς τὰ μηδὲν αὐτοῖς προσήκοντα σφετεριζομένους; Καὶ ἐὰν ἀκούῃ δὲ αἰτουμένων ἄφεσιν, οὐκ ὡς ἁμαρτωλῶν, ἀλλ’ ὡς μετανοούντως ἀκούει. Σκόπει δὲ πῶς εἶπεν, ὅτι «Ἐὰν τις θεοσεβὴς ἦ»καὶ προσέθηκε, «καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Πολλοὶ γάρ, θεοσεβεῖς μέν εἰσι, τὸ θέλημα δὲ τοῦ Θεοῦ οὐ ποιοῦσι. Δεῖ δὲ ἀμφότερα προσεῖναι, καὶ θεοσέβειαν, καὶ θελήματος Θεοῦ ἐκπλήρωσιν, ἤτοι πίστιν καὶ ἔργα, ἦ, ὡς ὁ Παῦλος ὀνομαζει, «πίστιν καὶ ἀγαθὴν συνείδησιν», κεφαλαιωδέστερον δέ εἰπεῖν, θεωρίαν καὶ πρᾶξιν, Τότε γὰρ ὄντως ζῇ ἡ πίστις, ὅτε καὶ τὰ ἔργα ἔχει τὰ θεάρεστα ἐξ ὧν ἡ ἀγαθὴ συνείδησις περιγίνεται, ὥσπερ ἀπὸ τῶν πονηρῶν ἔργων ἡ πονηρὰ συνείδησις· καὶ αὗ τὰ ἔργα τοτε ζῇ, ὅτε καὶ πίστιν ἔχει· χωρισθέντα δὲ ἀπ’ ἀλλήλων, νεκρὰ ἐστι· καθὰ εἴρηται· «Πίστις χωρὶς ἔργων νεκρὰ»· καὶ ἔργα, δίχα πίστεως. Ὅρα δέ μοι καὶ πῶς ἡ ἀλήθεια παρρησιάζεσθαι δίδωσι τῷ ἐπαίτῃ τῷ οὐδενὸς λόγου ἀξίῳ, καὶ ἐλέγχει τοὺς παρὰ τοῖς Ἰουδαῖοις μεγάλους καὶ ἐντίμους· οὕτω μεγάλη ταύτης ἡ δύναμις, ὥσπερ καὶ τοῦ ψεύδους ἡ συστολὴ καὶ τὸ ἀπαρρησίαστον.
«Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτόν, εἶπε αὐτῶ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τὶς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἐώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω Κύριε· καὶ προσεκύνησεν αὐτόν». Ἕως μὲν προσεδόκων τὸν ἄνθρωπον κεχαρισμὲνα αὐτοῖς φθέγξεσθαι, προσεκαλοῦντο αὐτὸν καὶ ἠρώτων, καὶ οὔχ ἅπαξ τοῦτο· ἐπεὶ δὲ ἔγνων αὐτὸν ἐκ τῶν ἀποκρίσεων μὴ τὰ αὐτῶν φρονοῦντα, ἀλλὰ τῇ ἀληθείᾳ χαριζόμενον, ἐξουθενοῦσι μὲν αὐτὸν ὡς ἐν ἁμαρτίαις γεννηθέντα· ἀνοήτως πάντως τὴν τύφλωσιν αὐτῷ προφέροντες, καὶ νομίζοντες ὅτι ὡς κατακεκριμένος καὶ πρὸ γενέσεως κατεδικάσθη τυφλὸς γεννηθῆναι, ὅπερ λόγον οὐκ εἶχεν· ἐκβάλλουσι δὲ αὐτὸν ἔξω τοῦ ἱεροῦ ὡς ὁμολογητὴν τῆς ἀλήθειας οἱ τοῦ ψεύδους υἱοί. Ἀλλ’ ὅρα τὸ κέδρος· Ἐξεβλήθη ἀπὸ τοῦ ἱεροῦ, καὶ εὐθὺς εὗρεν αὐτὸν ὁ Δεσπότης τοῦ ἱεροῦ· ἠτιμάσθη τῷ δοκεῖν διὰ Χριστὸν, καὶ ἐτιμήθη τῇ ἐπιγνώσει τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εὗρε γάρ, φησίν, αὐτὸν ὁ Ἰησοῦς ὥσπερ ἐπίτηδες ἐπὶ τούτῳ ἐλθών, ἵνα αὐτὸν παραμυθήσηται, καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα δεχόμενος. Καὶ τί φησι; «Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τί τοῦτο μετὰ τοσαύτην ἀντίρρησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ρήματα ἐρωτᾷ. Εἰ πιστεύεις; Οὐκ ἀγνοοῦν τοῦτο ποιεῖ, ἀλλὰ βουλόμενος τῷ τυφλῷ ἑαυτὸν γνωρίσαι. Ἐπειδὴ γὰρ οὐδ’ ὅλως εἶδεν αὐτὸν οὐδὲ μετὰ τὴν ἴασιν (πῶς γάρ, ὑπὸ τῶν κακίσκων κυνῶν τῶν Ἰουδαίων περιελκόμενος;) τούτου ἕνεκεν ἐρωτᾷ αὐτὸν νῦν, ἵνα ἐκείνου ἐρωτήσαντος, «Καὶ τὶς ἐστιν» ὁ Υἱὸς τοῦ Θεοῦ; ἀκολούθως ἑαυτὸν ἐπιδείξῃ. Ἅμα δὲ καὶ δείκνυσιν αὐτῷ, ὅτι τὴν αὐτοῦ πίστιν πολλοῦ τιμᾶται, ὡσανεὶ τοιαῦτα λέγων· Ὕβρισέ με δήμος τοσοῦτος, ἀλλ’ οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλλει, τοῦ πιστεῦσαι, Ὁ δέ, «Καὶ τί ἐστι Κύριε» ὁ Υἱὸς τοῦ Θεοῦ; Ποθούσης ψυχῆς ρῆμα ἐφθέγξατο. Ὁ δὲ, «Καὶ ἐώρακας φησίν, αὐτὸς καὶ ὁ λαλῶς μετὰ σοῦ, ἐκεῖνος ἔστιν» Οὐκ εἶπεν, ὅτι Ἐγὼ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε , νίψαι· ἀλλ’ ὑπεσταλμένος μὲν πρῶτον καὶ , ἀσαφῶς, «Καὶ ἐώρακας, φησίν, αὐτὸν εἶτα καὶ φανερώτερον, «Καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνος ἐστιν». Ἔοικε δὲ ὁ Κύριος ἐπίτηδες εἰπεῖν τὸ, «Ἑώρακας αὐτόν», ἵνα πάντως εἰς ἀνάμνησιν αὐτὸν ἀγάγῃ τῆς θεραπείας, καὶ ὅτι ὑπ’ αὐτοῦ τὴν τοῦ ὁρᾷν ἔλαβε δύναμιν. Καὶ ὡς εὐθύς τε πιστεύει, καὶ θερμῆς ἔργον καὶ ἀληθοῦς πίστεως ἐπιδείκνυται, προσκυνῶν, καὶ πιστούμενος τὸν λόγον τῷ ἔργῳ, καὶ ὅτι ὁ Θεὸς δοξάζει αὐτόν· μόνῳ γὰρ δήπου Θεῷ τὴν προσκύνησιν ἀπονέμει νενόμισται. Λάμβανε δέ μοι τὸ θαῦμα τοῦτο, καὶ νοητῶς ἐπιτελεσθέν. Τυφλὸς μὲν γὰρ ἦν, εἴτε ἁπλῶς πᾶς ἄνθρωπος ἐκ γενετῆς, τουτ’ ἔστιν, ἐκ τοῦ ὑπὸ γένεσιν εἶναι, ἤ πάντως καὶ ἡ φθορὰ συνέζευκται (ἀφ ’οὗ διὰ γὰρ θνητότητος κατεδικάσθημεν, καὶ διὰ τῆς ἐμπαθοῦς γενέσεως αὐξάνεσθαι κετεκρίθημεν ἔκτοτε παχύ τί νέφος καὶ δερμάτινος τάχα χιτών, ὥς φασι τὰ ἱερὰ Λόγια, ἐπεχύθη τοῖς νοεροῖς ἡμῶς ὀφθαλμοῖς)· εἴτε καὶ ὁ τῶν ἐθνῶν λαός. Καὶ οὗτος γὰρ ἐκ γενετῆς τυφλός, οἷοι οἱ Ἕλληνες· ἐκ τοῦ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν θεοποιῆσαι, τυφλωθέντες, κατὰ τὸ, «Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδίαν». Τοιοῦτοι καὶ οἱ παρὰ Πέρσαις μάγοι γνέσει καὶ γενεθλιαλογίᾳ προσδαπανήσανες τὴν αὐτῶν ζωήν. Τοῦτον οὖν τὸν τυφλὸν (εἰτε ἁπλῶς πάντα ἄνθρωπον, εἴτε τὸν ἐθνικὸν λαόν) εἶδεν ὁ Ἰησοῦς. Ἐπεὶ γὰρ ἐκεῖνος οἠκ ἠδύνατο τὸν Δημουργὸν ἰδεῖν , αὐτὸς «διὰ σπλάχνα ἐλέους ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους». Πῶς δὲ εἶδε; «Παράγων» τοὐτέστι, μὴ ἐν τῷ οὐρανῷ ὤν, ἀλλὰ παρελθὼν κενώσεως λόγους, καὶ ἐκ τοῦ οὐρανοῦ, κατὰ τὸν προφήτην, διακύψας, καὶ ἰδὼν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ ἄλλως δέ· Παράγων, ἴδε τὸν ἐθνικὸν λαόν, τοὐτέστιν, οὐ προηγουμένως ἐπ’ αὐτὸν ἐλθών. Εἰς γὰρ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἦλθεν· εἶτα ὥσπερ ὁδοῦ πάρεργον ἐποιήσατο τὴν ἐπίσκεψιν τοῦ ἐν τῷ σκότει καθημένου τῆς παντελοῦς ἀγνωσίας λαοῦ. Πῶς δὲ θεραπεύει τὴν τύφλωσιν; Πτύσας χαμαί, καὶ πηλὸν ποιήσας. Ὅς γὰρ ἄν πιστεύσειεν, ὅτι ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, καταβέβηκε ἐπὶ τὴν ἁγίαν Παρθένον ὁ Λόγος, οὗτος χρίσεται τοὺς νοεροὺς ὀφθαλμοὺς τῶ ἐκ τοῦ πτύσματος καὶ τῆς γῆς πηλῷ ἤγουν τῷ ἐνὶ Χριστῷ τῷ ἐκ θεότητος (ἧς σύμβολον ἡ γῆ, ἐξ ἧς τὸ τοῦ Κυρίου σῶμα). Ἀρ’ οὖν ἄχρι τοῦ πιστεῦσαι τὴν θεραπείαν στήσεται; Οὔμενουν, ἀλλὰ δεῖ καὶ ἐπὶ τὸν Σιλωὰμ ἐλθεῖν, τὴν πηγὴν τοῦ βαπτίσματος, καὶ βαπτισθῆναι εἰς τὸν ἀπεσταλμένον, τοῦτ’ ἐστι, Χριστόν. Ὅσοι γὰρ ἐβαπτίσθημεν πνευματικῶς, εἰς Χριστὸν ἐβαπτίσθημεν. Μεθ’ ὅ δὲ καὶ βαπτισθείη τις, καὶ πειρασμοῖς περιπεσεῖται. Ἀχθήσεται γὰρ τάχα ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ θεραπεύσαντος αὐτὸν Χριστοῦ. Δεῖ τοίνυν βεβαίως ἔχειν, καὶ ἵστασθαι ἐπὶ τῆς ὁμολογίας ἀκλινῶς, μὴ διὰ φόβον ἀρνούμενον, ἀλλὰ, κἄν δεήσῃ ἐκκήρυκτον καὶ ἀποσυνάγωγον γινόμενον, κατὰ τό, «Ἔσεσθε μισούμενι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ ἀποσυναγώγοις ποιήσουσιν ὑμᾶς». Κἄν ἐκβάλλωσι δὲ τὸν ὁμολογητὴν οἱ ἄνθρωποι τῇ ἀληθείᾳ ἐχθραίνοντες, καὶ διώξουσιν ἀπὸ τῶν παρ’ αὐτοῖς ἱερῶν καὶ τιμίων, πλούτου, λέγω, καὶ δόξης· εὑρήσει αὐτὸν ὁ Ἰησοῦς, καὶ τότε μᾶλλον, ὅτε παρὰ τῶν ἐχθρῶν ἀτιμασθείη παρὰ Χριστοῦ τιμηθήσεται τῇ ἐπιγνώσει καὶ τῇ ἀκριβεστέρᾳ πίστιν. Προσκυνήσει γὰρ τότε μᾶλλον τὸν Χριστὸν, ὡς ἄνθρωπον μὲν φαινόμενον, ὄντα δὲ καὶ Υἱὸν τοῦ Θεοῦ. Οὑ γὰρ ἄλλος ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἄλλους ὁ ἐκ Μαρίας (τοῦτο γὰρ Νεστορίου τὸ ἀσέβημα), ἀλλ’ εἷς καὶ ὁ αὐτὸς Υἱὸς Θεοῦ καὶ ἀνθρώπου. Ὅρα γὰρ πῶς ὁ Κύριος, εἰπόντος τοῦ ποτε τυφλοῦ, «Καὶ τὶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα πιστεύσω εἰς αὐτόν;» -«Καὶ ἐώρακας, φησίν, αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνος ἐστιν. Τὶς οὖν ἦν ὁ λαλῶν; Ἦ πάντως ὁ δὲ Μαρίας γεννηθείς; ὁ αὐτὸς δὲ καὶ Υἱὸς Θεοῦ, οὐκ ἄλλος ἄρα καὶ ἄλλος. Ὅθεν καὶ κυρίως, ἠ Θεοτόκος ἡ ἁγία Μαρία, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ σάρκα γεγονότα γεννήσασα, ἀδιαίρετον ὄντα, καὶ ἕνα τὸν διπλοῦν, ὅς ἐστι Χριστὸς Κύριος.
«Καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα νὰ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωται. Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα, οἱ ὄντες μετ’ αὐτοῦ, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμεν; Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἄν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι Βλέπομεν· ἡ οὖν ἀμαρτία ὑμῶν μένει». Ἐπειδὴ εἶδεν ὁ Κύριος τοὺς Φαρισαίους βλαβέντας μᾶλλον, οὐκ ὠφεληθέντας ἐκ τοῦ θαύματος, καὶ διὰ τοῦτο καὶ μείζονος κατακρίσεως ἀξίους, φησίν, ὅτι, ὡς ἔοικε, καὶ ὡς ἀποβαίνει τὰ πράγματα, «Εἰς κρῖμα ἦλθον ἐγώ», ἀντὶ τοῦ, εἰς μείζονα κόλασιν καὶ κατάκρισιν, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες» οἷοι οἱ Φαρισαῖοι «τυφλοί» τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς «γένωνται». Ἰδοὺ γὰρ ὁ μὲν ἐκ γενετῆς μὴ βλέπων βλέπει, καὶ ψυχῇ καὶ σώματι· οἱ δὲ δοκοῦντες βλέπειν, ἐτυφλώθησαν κατὰ νοῦν. Δύο γὰρ ἀναβλέψεις ἐνταῦθα λέγει καὶ δύο τυφλότητας. Οἱ δὲ πρὸς τὰ αἰσθητὰ ἀεὶ κεχηνότες Φαρισαῖοι, νομίσαντες περὶ αἰσθητῆς λέγειν αὐτὸν πηρώσεως, «Μὴ καὶ ἡμεῖς, φασί, τυφλοί, ἐσμεν;» ταύτην μόνην τὴν σωματικὴν αἰσχυνόμενοι τύφλωσιν. Ὁ δὲ Κύριος δεῖξαι αὐτοῖς βουλόμενος, ὅτι βέλτιον τυφλοὺς εἶναι σώματι καὶ μὴ ἀπίστους φησίν· «Εἰς τυφλοὶ ἦτε οὐκ ἄν εἴχετε ἁμαρτίαν». Εἰ γὰρ κατ’ ἀνάγκην ἐκ φύσεως ἐπεπώρωσθε, ἐδίδοντος ἄν τις συγγνώμη ἀπιστίαν νοσοῦσι· νῦν δὲ λέγοντες βλέπειν, καὶ μὲν τοι καὶ αὐτόπτια τοῦ ἐπὶ τῷ τυλφῷ γενόμενοι θαύματος, εἶτα ἀπιστίαν νοσοῦντες ἔτι, οὐκ ἄξιοι ἐστε συγγνώμης. Ἡ γὰρ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει, καὶ μειζόνως καλασθήσεσθε, ἅτε μὴ ἐξ ὧν ὁρᾶτε θαυμασίων εἰ πίστιν ἐρχόμενοι. Τάχα δ’ ἄν τις καὶ οὕτω νοήσειε τό, «Εἰ τυφλοὶ ἦτε, οὐκ ἄν εἴχετε ἁμαρτίαν». Ὑμεῖς μὲν γὰρ, φησί, περὶ σωματικῆς ἐρωτᾶτε τυφλότητος, ὡς μόνην ταύτην ἐπαισχυνόμενοι· ἐγὼ δὲ περὶ τῆς ψυχικῆς ὑμῶν λέγω τφλώσεως, ὅτι «ἐὰν ἦτε τυφλοί», τοὐτέστιν, ἀμαθεῖς τῶν Γραφῶν, «οὐκ ἄν ἁμαρτίαν εἴχετε» τηλικαύτην, ὡς ἐν ἀγνοίᾳ ἁμαρτάνοντες· νῦν δὲ λέγετε, ὅτι βλέπετε, καὶ φρονίμως ἑαυτοὺς καὶ νομομαθεῖς ποιεῖσθε, ὥστε αὐτοκάτκριτοί ἐστι, καὶ μείζοντα τὴν ἁμαρτίαν ἔχετε, ὡς ἐν γνώσει ἁματάνοντες.
Όσιε Παίσιε πρέσβευε υπέρ ημών