Αποκάλυψη Κεφάλαιο 22

Εδώ σχολιάζουμε τα χωρία της Αποκάλυψης ανά κεφάλαιο.

Moderator: inanm7

Αποκάλυψη Κεφάλαιο 22

Unread postby marjory » Sun Feb 17, 2013 6:53 pm

1 ΚΑΙ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6 Καὶ λέγει μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ ᾿Ιωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ρυπαρὸς ρυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 ᾿Ιδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
16 ᾿Εγὼ ᾿Ιησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ρίζα καὶ τὸ γένος Δαυΐδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾿ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ. ἀμήν, ναὶ ἔρχου, Κύριε ᾿Ιησοῦ.
21 ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am

Re: Αποκάλυψη Κεφάλαιο 22

Unread postby marjory » Wed Feb 20, 2013 8:13 pm

Ἐκεῖ μέσα κυλᾶ τά κρυστάλλινα νερά του τό ποτάμι τῆς ζωῆς πού ἐκπηγάζει ἀπό τόν θρόνον τοῦ Θεοῦ καί τοῦ Ἀρνίου, πού θυμίζει τόν ποταμόν τοῦ παλαιοῦ Παραδείσου πού ἔχασαν οἱ Πρωτόπλαστοι.
Ὁ Μυστικός αὐτός Ποταμός, εἶναι τό Πνεῦμα τό Ἅγιον πού ἐκπορεύεται ἐκ τοῦ Πατρός καί ἀποστέλλεται ὑπό τοῦ Υἱοῦ.
Ὁ ποταμός αὐτός εἶναι ἀκόμη ἡ αἰώνιος ζωή καί τό Ἅγιον Βάπτισμα πού ἀναγεννᾶ τόν ἄνθρωπον.
Εἰς τό μέσον τῆς πλατείας καί «ἐντεῦθεν καί ἐκεῖθεν τοῦ ποταμοῦ» δένδρον ζωῆς, πού ἀποδίδει αἰωνίους καρπούς, πού εἶναι ὁ Χριστός, καί πού ἱστορικός παλαιός τύπος ἦτο τό δένδρον τῆς Ζωῆς εἰς τό μέσον τοῦ παλαιοῦ παραδείσου.
Εἰς τόν νῦν αἰῶνα, εἶναι τό Μυστήριον τῆς Θείας Εὐχαριστίας.
Οἱ καρποί τοῦ δένδρου εἶναι ἡ θεογνωσία μέ ὅλην τήν παραδεισιακήν μακαριότητα.
Ἐκεῖ καί ὁ θρόνος τοῦ Θεοῦ καί τοῦ Ἀρνίου, ὅπου οἱ πιστοί «ὄψονται τό Πρόσωπον αὐτοῦ» (22, 4), πού εἶναι ἡ αἰωνία θεωρία τοῦ Προσώπου τοῦ θεοῦ.
Καί οἱ κάτοικοι τῆς Πόλεως φέρουν τό ὄνομα τοῦ Θεοῦ εἰς τά μέτωπά των, πού σημαίνει τήν αἰωνίαν ἰδιοκτησίαν τοῦ Θεοῦ ἐπί τῶν ἀνθρώπων, φέροντες δηλαδή τήν αἰωνίαν δόξαν καί λαμπρότητα ἐπί τῶν προσώπων των, τήν αἰωνίαν θέωσιν καί μακαριότητα.
Καί ἐρχόμεθα εἰς τόν Ἐπίλογον τοῦ Βιβλίου τῆς Ἀποκαλύψεως ὅπου βεβαιοῦται ὑπό τοῦ Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπανάληψιν, ὅτι ἔρχεται ταχύ καί ὁ μισθός του φέρεται μαζί του διά νά ἀποδοθῆ κατά τόν τρόπον πού ὁ κάθε πιστός ἐργάσθηκε εἰς τήν ζωήν του.
Βεβαιοῦται ἀκόμη, ὅτι ὅ,τι ἐγράφη εἰς τοῦτο τό Βιβλίον εἶναι ἀξιόπιστον καί ἀληθινόν.
Μία σπουδαία παραγγελία δίδεται εἰς τόν Ἰωάννην: «Μή σφραγίσης τούς λόγους τῆς Προφητείας τοῦ Βιβλίου τούτου· ὁ καιρός γάρ ἐγγύς ἐστιν» (22, 10).
Τοῦτο σημαίνει ὅτι πρέπει νά μελετοῦμε τοῦτο τό Βιβλίον μετά μεγίστης προσοχῆς, καί ἐσχατολογικῆς προσδοκίας, διότι ὁ καιρός τῆς ἐκβάσεως ὅσων ἐγράφησαν εἶναι κοντινός.
Καί τελειώνει τό ὅλον Βιβλίον τῆς Ἀποκαλύψεως μέ τόν αἰώνιον Διάλογον Χριστοῦ καί Ἐκκλησίας πού ἐνισχύει τό Πνεῦμα τό Ἅγιον.
«Ἐγώ τό Α καί τό Ω, ὁ Πρῶτος καί ὁ Ἔσχατος, ἀρχή καί τέλος...
Ἐγώ Ἰησοῦς ἔπεμψα τόν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπί ταῖς Ἐκκλησίαις.
Ἐγώ εἰμι ἡ ρίζα καί τό γένος Δαυίδ, ὁ ἀστήρ ὁ λαμπρός ὁ πρωϊνός.
Καί τό Πνεῦμα καί ἡ νύμφη λέγουσιν· ἔρχου. Καί ὁ ἀκούων εἰπάτω· ἔρχου. Καί ὁ διψῶν ἐρχέσθω, καί ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν...
Λέγει ὁ μαρτυρῶν ταῦτα· ναί ἔρχομαι ταχύ. Ἀμήν, ναί ἔρχου, Κύριε Ἰησοῦ.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετά πάντων τῶν ἁγίων· Ἀμήν».

http://arnion.gr/keimena/p_auanasioy_my ... ycevs.html
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am


Return to ΑΠΟΚΑΛΥΨΗ

Who is online

Users browsing this forum: No registered users and 4 guests