Αποκάλυψη Κεφάλαιο 16

Εδώ σχολιάζουμε τα χωρία της Αποκάλυψης ανά κεφάλαιο.

Moderator: inanm7

Αποκάλυψη Κεφάλαιο 16

Unread postby marjory » Sun Feb 17, 2013 7:28 pm

1.ΚΑΙ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
15 ᾿Ιδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ῾Εβραϊστὶ ῾Αρμαγεδών.
17 Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονε.
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὕτη σφόδρα
.
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am

Re: Αποκάλυψη Κεφάλαιο 16

Unread postby marjory » Wed Feb 20, 2013 7:53 pm

Μέ τήν ἔκχυσιν τῆς πρώτης φιάλης «ἐγένετο ἕλκος κακόν καί πονηρόν ἐπί τούς ἀνθρώπους τούς ἔχοντας τό χάραγμα τοῦ θηρίου» (16,2).
Πρόκειται περί πραγματικῆς σωματικῆς πληγῆς πού θυμίζει τήν ἕκτην πληγήν τοῦ Φαραώ.
Μέ τήν ἔκχυσιν τῆς δευτέρας φιάλης εἰς τήν θάλασσαν, μετεβλήθη τό νερόν σέ κόκκινον, μέ συνέπεια νά πεθάνη κάθε θαλασσία ζωή καί θυμίζει τήν πρώτην φαραωνικήν πληγήν.
Μέ τήν ἔκχυσιν τῆς τρίτης φιάλης εἰς τά ποτάμια καί τάς πηγάς ἔγιναν κόκκινα τά νερά σάν αἷμα καί τά ὁποῖα ἐστάθησαν ἀκατάλληλα πρός πόσιν.
Μέ τήν ἔκχυσιν τῆς τετάρτης φιάλης εἰς τόν ἥλιον ἐδημιουργήθη καῦμα φοβερόν εἰς τούς ἀνθρώπους, καί πού ἔρχεται νά συμπληρώση τήν προηγουμένην πληγήν τῆς λειψυδρίας.
Καί οἱ ἄνθρωποι ἀντί νά μετανοήσουν, βλασφημοῦν τό Ἅγιον Ὄνομα τοῦ Θεοῦ.
Μέ τήν ἔκχυσιν τῆς πέμπτης φιάλης ἐπί τοῦ θρόνου τοῦ Ἀντιχρίστου γίνεται σκότος ἤ αἰσθητόν ἤ νοητόν, δηλαδή σύγχυσις ἀνάμεσα εἰς τούς θιασώτας τοῦ Ἀντιχρίστου, καί θυμίζει τήν ἐννάτην φαραωνικήν πληγήν.
Καί πάλιν ὅμως δέν μετανοοῦν.
Καί ἔρχεται ἡ ἔκχυσις τῆς ἕκτης Φιάλης.
Αὐτή ἀναφέρεται εἰς τόν τελευταῖον πόλεμον τῆς ἱστορίας, τόν φοβερόν Ἀρμαγεδῶνα, πού θά γίνη τάς παραμονάς τῆς μεγάλης ἡμέρας τοῦ Κυρίου, δηλ. τῆς Δευτέρας Παρουσίας.
Εἰς τόν τόπον τοῦ Ἀρμαγεδῶνος, πού γεωγραφικά ἀνήκει εἰς τήν Παλαιστίνην ἀλλά δέν πρόκειται περί τῆς αὐτῆς, εἰς τήν Ἀποκάλυψιν, τοπογραφίας, θά γίνη ὁ ἀλληλοσπαραγμός τῆς ἀνθρωπότητος πού ἀκολούθησε τόν Ἀντίχριστον, καί πού βασικά ὅλα τά ἔθνη θά ἔχουν ξεκινήσει διά τόν μεγάλον πόλεμον ἐναντίον τῆς ἠγαπημένης Πόλεως, δηλ. τῆς Ἐκκλησίας, καί τελικά θά εὑρεθοῦν νά ἀλληλοσπαράσσωνται.
Αὐτό φαίνεται καί ἀπό τόν πόλεμον τοῦ Γώγ καί τοῦ Μαγώγ πού θά μᾶς ἀναφέρη τό Βιβλίον τῆς Ἀποκαλύψεως εἰς τό 20όν Κεφάλαιον.
Καί τέλος, ἔρχεται ἡ πληγή τῆς Ἑβδόμης Φιάλης, πού ἐξεχύθη εἰς τόν ἀέρα, μέ ἀποτέλεσμα νά συμβοῦν τρομερά ἀτμοσφαιρικά καί γεωλογικά φαινόμενα.
Καί αὐτή ἡ πληγή ὁμοιάζει μέ τήν Ἑβδόμην Φαραωνικήν.
Ἦταν τόσον μεγάλη ἡ πληγή πού οἱ ἄνθρωποι ἀντί νά μετανοήσουν ἔφθασαν νά βλασφημήσουν τό Ἅγιον Ὄνομα τοῦ Θεοῦ.

http://arnion.gr/keimena/p_auanasioy_my ... ycevs.html
Ω πανύμνητε μήτερ, η τεκούσα των πάντων αγίων αγιώτατον Λόγον, δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και της μελλούσης λύτρωσαι κολάσεως τους Σοι βοώντας.
User avatar
marjory
Καθολικός Συντονιστής
 
Posts: 4239
Joined: Tue Nov 15, 2011 10:29 am


Return to ΑΠΟΚΑΛΥΨΗ

Who is online

Users browsing this forum: No registered users and 3 guests

cron