Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως
Θείας πίστεως, τὸ φῶς κατέχων, πικρὰν ἤνεγκας, αἰχμαλωσίαν, Ἰωάννη καὶ ὁσίως ἐβίωσας· ὅθεν τὸ θεῖόν σου λείψανον Ἅγιε, θαυματουργίας πηγάζει
ἐν Πνεύματι· ᾧ προστρέχοντες, ὑμνοῦμεν τὸν σὲ δοξάσαντα, τιμῶντες τὰ σεπτά σου προτερήματα.
Απολυτίκιον. Ήχος δ'. Ταχύ προκατάλαβε
Εκ γης ο καλέσας σε, προς ουρανίους Μονάς, τηρεί και μετά θάνατον αδιαλώβητον, το σκήνος σου Όσιε. Συ γαρ εν τη Ασία, ως αιχμάλωτος ήχθης, ένθα
και ωκειώθης, τω Χριστώ, Ιωάννη. Αυτόν ουν ικέτευε, σωθήναι τας ψυχάς ημών.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον
Εὐσεβείας δόγμασιν, ἐντεθραμμένος θεόφρον, ἀκλινῶς ὑπέμεινας, αἰχμαλωσίας τὰς θλίψεις. Ὅθεν σε, ὁ Ζωοδότης λαμπρῶς δοξάσας, δέδωκε, πιστοῖς
τὸ τίμιον λείψανόν σου, ἀναβλῦζον Ἰωάννη, Πνεύματι θείῳ ῥεῖθρα ἰάσεων.
Μεγαλυνάριον
Ἄστρον ἐξ Ἑῴας ὤφθης λαμπρόν, μάκαρ Ἰωάννη, καταυγάζον τοὺς εὐσεβεῖς, χάριτι θαυμάτων, καὶ νῆσον τῆς Εὐβοίας, τῷ σῷ καθαγιάζεις, λειψάνῳ Ἅγιε.
Statistics: Posted by Guest — Fri May 10, 2013 7:15 am
]]>